Πέμπτη, 05 Δεκ, 2024
Σάββα ηγιασμένου, Διογένους μάρτυρος.

24/05/2013 Μεγάλη Συγχωρητική Ευχή


Mε την ευχή αυτή παρέδωκε το πνεύμα του ο Αλέξανδρος Παπαδιαμάντης  στις 3 Ιανουαρίου του 1911. Η μεταγραφή του κειμένου, από σκιαθίτικο χειρόγραφο που φυλάσσεται στην Εθνική Βιβλιοθήκη της Ελλάδος, έγινε από τον Καθηγητή της Βυζαντινής Φιλολογίας και Παλαιογραφίας του ΕΚΠΑ κ. Φώτιο Δημητρακόπουλο, ο οποίος είναι και Πρόεδρος της Εταιρείας Παπαδιαμαντικών Σπουδών:

 

 

Εὐχὴ λεγομένη παρὰ ἀρχιερέως ἢ πνευματικοῦ πατρὸς ἐπὶ τοὺς μέλλοντας μεταλαβεῖν τῶν ζωοποιῶν τοῦ Χριστοῦ μυστηρίων:-

 

Τοῦ Κυρίου δεηθῶμεν:-

 

Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, υἱὲ καὶ λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ποιμὴν καὶ ἀμνέ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ τὸ δάνειον τοῖς δυσὶ χρεοφειλέταις χαρισάμενος καὶ τῇ ἁμαρτωλῷ γυναικὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν δούς, ὁ τὴν ἴασιν τῷ παραλύτῳ δωρησάμενος σὺν τῇ ἀφέσει τῶν ἁμαρτιῶν αὐτοῦ, αὐτὸς ἄνες, ἄφες, συγχώρησον τὰς ἀνομίας, τὰς ἁμαρτίας τὰ πλημμελήματα τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν γνώσει, τὰ ἐν ἀγνοίᾳ, τὰ ἐν παραβάσει τε καὶ παρακοῇ, γενόμενα παρὰ τοῦ δούλου σου τοῦδε……….

 

 εἴτε ὡς ἄνθρωπος σάρκα φορῶν καὶ τὸν κόσμον τοῦτον οἰκῶν παρέβη ἢ ἐπλημμέλησεν, εἴτε ἐν λόγῳ, εἴτε ἐν ἔργῳ, εἴτε κατὰ διάνοιαν, ἐν γνώσει τε καὶ ἀγνοίᾳ, ἐν νυκτὶ καὶ ἡμέρᾳ, εἴτε ὑπὸ κατάραν ἢ ἀφορισμὸν ἀρχιερέως ἢ ἱερέως ἐγένετο, εἴτε τῷ ἰδίῳ ἀναθέματι ὑπέπεσεν ἢ ὅρκον ὤμοσεν ἐν ὀνόματι τοῦ Θεοῦ καὶ τοῦτον παρέβη, ἢ ἐξ ἀλόγου θυμοῦ τινὰ τῶν χριστιανῶν ἀνεθεμάτισεν ἢ κατηράσατο ἢ ἐμωρολόγησεν ἢ ἐλοιδόρησεν ἢ κατέκρινεν ἢ κατελάλησεν ἢ ἠσχρολόγησεν ἢ ἐφθόνησεν ἢ ἐφόνευσεν ἢ ἐψεύσατο ἢ ἐμνησικάκησεν ἢ ἐθυμώθη καὶ ὠργίσθη ἢ ὑπερηφανεύσατο ἢ ἐδολιεύσατο ἢ ἐτόκευσεν ἢ ἠκηδίασεν ἢ ἠδίκησεν ἢ ἐκενοδόξησεν ἢ εἰς φιλαργυρίαν ὑπέπεσεν ἢ ἐμέθυσε καὶ ἔμεσεν ἢ πρὸς φαρμακοὺς καὶ μάγους καὶ ἐπαοιδοὺς καὶ κληδονιστὰς καὶ τῶν ὁμοίων τούτοις προσέδραμε, ἢ ἐγαστριμάργησεν ἢ ἠδηφάγησεν ἢ ὑπὸ ἀπληστείαν ἐγένετο ἢ ἐπόρνευσεν ἢ ἐμοίχευσεν ἢ ἐμαλακίσθη ἢ ἐπαιδοφθόρησεν ἢ σοδομητικὰς πράξεις ἐποίησεν ἢ ἀρσενοκοίτησεν ἢ ἐπτηνοβάτησεν ἢ ἐκτηνοβάτησεν ἢ ἐμάστιξεν ἢ ἐρράβδισεν ἢ ἐρράπισεν ἢ ἐραδιούργησεν ἢ ἣρπασεν ἢ ἔκλεψεν ἢ ὑπὸ ἀσπλαχνίας καὶ σκνηπίας σφιγγόμενος τοῖς πτωχοῖς παρεῖδε καὶ οὐκ ἠλέησεν, οὐδὲ εὐηργήτησε κατὰ δύναμιν, ἢ κατὰ διάνοιαν ἐβλασφήμησεν καὶ ἀκαθάρτοις ἐνθυμήσεις ἐνεθυμήθη ἢ ἀδελφὸν ἔθλιψεν ἤ ἐσυκοφάντησεν ἢ παρεῖδε ἢ παρεπίκρανεν ἢ ἱσταμένου αὐτοῦ εἰς προσευχὴν καὶ ψαλμωδίαν ὁ νοῦς αὐτοῦ εἰς τὰ πονηρὰ καὶ βιωτικὰ περιεπόλευσεν, ἢ φίλαυτος καὶ κοιλιόδουλος ἐγένετο ἢ παρὰ τὸ πρέπον ἐτρύφησεν ἢ ἐλαθροφάγησεν ἢ εὐτράπελα ἐλάλησεν ἢ ἀφρόνως ἐγέλασεν ἢ κάλλος μάταιον ἐθεάσατο καὶ ὑπ’αὐτοῦ ἐθέλχθη, ἢ τὰ μὴ δέοντα ἐφλυάρησεν ἢ συνεκυλίσθη μετὰ ἑτέρου σώματος καὶ ἐκ τῆς ἰδίας σαρκὸς ἐγένετο ῥεῦσις, ἢ τὸ ἐλάττωμα τοῦ ἀδελφοῦ αὐτοῦ εἶδε καὶ κατέκρινεν καὶ τὰ ἑαυτοῦ ἐλαττώματα καὶ ἁμαρτήματα παρεῖδε καὶ παρεβλέψατο, ἢ τῆς εὐχῆς αὐτοῦ ἠμέλησε  καὶ τὴν ἐντολὴν τοῦ πνευματικοῦ πατρὸς αὐτοῦ οὐκ ἐφύλαξεν, ἢ ἐρραθύμησεν ἢ ἐπαρρησιάσατο καὶ ὡς δοκησίσοφος ἐλάλησε καὶ ἐματαιολόγησεν ἢ ἀργολόγησεν ἢ ἄλλο τι πονηρὸν καὶ μὴ δυνάμενον ἐξαγγελθῆναι ἐποίησεν∙

 

 ἐκ πάντων οὖν τούτων τῶν δυσχερῶν καὶ πονηρῶν πταισμάτων ἐλευθέρωσον τὸν δοῦλόν σου τόνδε, φιλάνθρωπε Κύριε, καὶ ἄλλο εἴ τι ἥμαρτεν ὡς ἄνθρωπος κατὰ τὴν εἰς ἄφατον καὶ ἀνεξίκακον μακροθυμίαν καὶ χρηστότητι, ἐλέησον καὶ συγχώρησον αὐτῷ πάντα∙

 

 ναὶ, δέσποτα Κύριε ὁ Θεὸς ἡμῶν, ἐπάκουσόν μου δεομένου τῆς σῆς ἀγαθότητος ὑπὲρ τοῦ δούλου σου τοῦδε, καὶ πάριδε ὡς ἀμνησίκακος Θεὸς τὰ ἐπταισμένα αὐτῷ πάντα, ἀκάθαρτα ἀνομήματα, ἅπερ ὡς ἄνθρωπος ἔπραξεν ἢ ἐνεθυμήθη, αὐτὸς γὰρ ὁμολογεῖ ὁ ἄθλιος ἐνώπιον τῆς βασιλείας σου Κύριε, ὅτι ταῦτα πάντα καὶ ἕτερα πλείονα ἐποίησε καὶ διὰ τοῦ ἐλέους σου, ἐπάκουσόν μου τοῦ ἀναξίου δούλου σου δεομένου ὑπὲρ αὐτοῦ, καὶ ἀπάλλαξον αὐτὸν τῆς αἰωνίου κολάσεως καὶ κληρονόμον αὐτὸν ποίησον τῶν αἰωνίων σου ἀγαθῶν, μετὰ πάντων τῶν ἀπ’ αἰῶνος σοι εὐαρεστησάντων· καὶ ἀξίωσον αὐτὸν ἀκατακρίτως μετασχεῖν τῶν ἁγίων ἀχράντων, ἀθανάτων καὶ φοβερῶν καὶ φρικτῶν σου μυστηρίων.

 

Σὺ γὰρ εἶπας δέσποτα ὅτι ὅσα ἄν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα καὶ ἐν τοῖς οὐρανοῖς, καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα καὶ ἐν τῷ οὐρανῷ· ὅτι σὺ εἶ μόνος ἀναμάρτητος καὶ δυνάμενος ἀφιέναι ἁμαρτίας καὶ σοὶ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ σου πατρὶ, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ, καὶ ζωοποιῷ σου πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. 



Print-icon 




Πνευματικά δικαιώματα 2009-2013 © «Ρωμηοσύνη»
Επιτρέπεται η αναπαραγωγή του υλικού του ιστοχώρου με προϋπόθεση την αναφορά στην πηγή: «Ρωμηοσύνη» www.romiosini.org.gr

:: Πατριαρχείο Ιεροσολύμων :: Ειδήσεις εκ του Πατριαρχείου Ἱεροσολύμων :: Σχετικά :: Τελευταία νέα :: Τρέχοντα Προγράμματα :: Ιστορικό Αρχείο της Μ.Κ.Ο. "Ρωμηοσύνη" ::


Login-iconLogin  ForgottenPassword-iconΥπενθύμιση κωδικού 

Αυτή τη στιγμή διαβάζουν την ιστοσελίδα μας 131 επισκέπτες.