Τετάρτη, 15 Αυγ, 2018
Κοίμησις της Υπεραγίας Θεοτόκου.

Ο Άγιος Πενταπόλεως Νεκτάριος Ο Εν Αιγίνης

Προσευχές που φέρνουν το θαύμα


Ο θαυματουργός άγιος του αιώνα μας ΝΕΚΤΑΡΙΟΣ έγραψε: «Διδαχθείς υπό της Αγιώτατης ημών Καθολικής και Αποστολικής Εκκλησίας, ότι άξιον εστίν, ως αληθώς, μακαρίζειν την Θεοτόκον και Αειπάρθενον Μαρίαν, εποίησα ωδάς τινας και ύμνους προς αίνεσιν και ανύμνησιν της Παναγιάς Μητρός του Κυρίου, της Γοργοεπηκόου και ταχείας εις αντίληψιν, βοηθείαν και προστασίαν των επικαλουμένων αυτήν, και προς έκφρασιν της απείρου προς Αυτήν ευγνωμοσύνης μου δια τάς πολλάς προς εμέ Αυτής ευεργεσίας, ας παραπήλαυσα. Τους ύμνους τούτους εδημοσίευσα όπως παράσχω τοις αγαπώσι και τιμώσι την μητέρα του Κυρίου εγκόλπιον τι εν ω να ευρίσκωσι διατετυπωμένα τα εαυτών συναισθήματα και ικανοποιώσιν αυτά, άδοντες και υμνούντες την Υπεραγίαν Θεοτόκον, την μητέρα του Θεού ημών». 

Άδοντας και ψάλλοντας εκείνος με όλο το σεβασμό και την θερμή αγάπη του στην Παναγία, εύρισκε γρήγορη βοήθεια και προστασία στην ταραγμένη ζωή του από Γοργοεπήκοο, είδε να φέρνουν οι προσευχές του και θαύματα ακόμη, και το μέγιστο γι αυτόν θαύμα να γίνει θαυματουργός σε μυριάδες ανθρώπους!

Μερικές, λίγες απ΄ αυτές τις

ΠΡΟΣΕΥΧΕΣ ΠΟΥ ΦΕΡΝΟΥΝ

ΤΟ ΘΑΥΜΑ

πήρα απ’ την ψυχή του Αγίου Νεκταρίου, και τις έβαλα σ’ αυτό το μικρό βιβλίο, για να είναι κατά την επιθυμία του, «εγκόλπιο» -επιστήθιο φυλαχτάρι, μα και αίσθηση της αγίας παρουσίας του, και άκουσμα της ολοκάρδιας ζεστής φωνής, και παρώθηση να προσευχόμαστε μαζί του στην Παναγία Μητέρα, ώστε και για μας και για σένα οι

ΠΡΟΣΕΥΧΕΣ ΠΟΥ ΦΕΡΝΟΥΝ

ΤΟ ΘΑΥΜΑ

να είναι μια ριγηλή πραγματικότητα πολλής χαράς και εγκάρδιων ευχαριστιών στη Μεγάλη Μεγαλόχαρη Μητέρα και ολόψυχης δοξολογίας στον Κύριο και Θεό της Σωτήρα Ιησού Χριστό.

 

ΑΠΟ ΤΗΝ ΠΕΜΠΤΗ ΩΔΗ

 

Μαρία ἀειπάρθενε,

κόσμου παντός Κυρία,

ἄχραντε Νύμφη πάναγνε,

Δέσποινα Παναγία.

Μαρία νύμφη, ἄνασσα,

χαρᾶς ἠμῶν αἰτία,

Κόρη σεμνή, βασίλισσα,

μήτηρ Ὑπεραγία,

Τιμιωτέρα Χερουβείμ,

ὑπερενδοξοτέρα

τῶν ἀσωμάτων Σεραφείμ,

τῶν θρόνων ὑπερτέρα.

Τῶν προπατόρων καύχημα,

τῶν προφητῶν ὁ αἶνος,

τῶν Ἀποστόλων στήριγμα,

καί τῶν μαρτύρων σθένος.

Ὁσίων ἐγκαλλώπισμα,

τῶν ἀσκητῶν λαμπρότης,

παρθένων ἀγαλλίασμα,

χαρίτων ἤ ἀκρότης.

……………………………………….

Σύ βοηθός χριστιανῶν,

Σύ προστασία κόσμου,

Σύ εἰ κραταίωμα πιστῶν,

Σύ φάος τοῦ νοός μου.

Σύ ὀρφανῶν ἀντίληψις,

Σύ λύτρον αἰχμαλώτων,

Σύ ἀσθενῶν ἐπίσκεψις,

Σύ σθένος τῶν καμνόντων.

Σύ μοναστῶν στερέωμα,

πτωχῶν παραμυθία,

Σύ εἰ χηρῶν τό σκήνωμα,

παρθένων εὐτονία.

…………………………………………

Σέ ἱκετεύω, Δέσποινα,

Σέ νῦν ἐπικαλοῦμαι,

Σέ δυσωπῶ, Παντάνασσα,

Σήν χάριν ἐξαιτοῦμαι.

Ἰδού, πρός σέ κατέφυγον,

ἁγνή,διάσωσονμε.

Φεῖσαι μου καί μεσίτευσον

τῷ Σῷ Υἱῶ Παρθένε,

καί καταδίκης λύτρωσαι,

Ναέ ἠγιασμένη.

Ἀντιλαβού μου, ρύσαι μέ

ἀπό τοῦ πολεμίου

καί κληρονόμον δεῖξον μέ

ζωῆς τῆς αἰωνίου.

 

 

 

 

ΠΡΟΣΦΩΝΗΣΙΣ

ΣΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

 

Χαῖρε, Θεοτόκε Παρθένε, χαῖρε Κεχαριτωμένη

Μαρία, ὁ Κύριος μετά σου, χαῖρε ἡ τόν ἀσπασμόν τοῦ Ἀγγέλου δεξαμενή, χαῖρε ἡ ἀξιωθεῖσα γενέσθαι Μήτηρ Θεοῦ.

Σύ εἶσαι:

Θεογεννήτρια, τῆς σωτηρίας ἠμῶν τό κεφάλαιον.

Θεομῆτορ, ἡ τροφός τῆς ζωῆς ἠμῶν.

Ἀειπάρθενος Κόρη, ἡ εὐφροσύνη τῶν γενεῶν.

Παρθενομῆτορ, ἡ πέτρα ἡ ποτίσασα τούς διψώντας τήν ζωήν.

Ἀπειρόγαμος Μήτηρ, ἡ διάδοχος τροφή τοῦ μάννα.

Ἄγαμος νύμφη, ἡ διάκονος τῆς τρυφῆς τῆς ἁγίας.

Ζωοτόκος, ἡ ἔμψυχος τράπεζα ἡ τόν

Ἄρτον ζωῆς χωρήσασα.

Καλλιτόκος, ἡ ἀκένωτος πηγή, ἡ ὕδωρ

τό ζῶν ἀναβλύσασα.

Μητροπάρθενος, ἡ ἀνήροτος χώρα, ἡ τόν

Θεῖον στάχυν βλαστήσασα.

Πανακήρατος κόρη, τό σκῆπτρον τῆς Ὀρθοδοξίας.

Ἁγνή Παρθένος, πύργος ὁ ἀσάλευτός της Ἐκκλησίας.

Δέσποινα τοῦ κόσμου, τό πανάγιον ὄχημα

τοῦ ἐπί τῶν Χερουβείμ.

Βασίλισσα τῶν Ἀγγέλων, τό πανάτιστον

οἴκημα τοῦ ἐπί τῶν Σεραφείμ.

Παρθένος Θεόνυμφος, τό ἔμψυχον

παλάτιον τοῦ Παμβασιλέως.

Νύμφη ἀνύμφευτος, ὁ θρόνος του

Μεγάλου Ἀρχιερέως.

Μεγαλοτόκο, ἡ τόν Θεόν ἀφράστως γεννήσαντα.

Θεοκυῆτορ, ἡ τόν ἀχώρητον ἐν γαστρι χωρήσασα.

Ἀμίαντος Κόρη, ὁ φαεινός ὄρθρος ὁ

φέρων τόν ἥλιον τῆς δικαιοσύνης.

………………………………………………………………………………….

Κόρη ἄφθορος, ἡ ἀληθῶς καί κυρίως

Θεόν Λόγον σεσαρκωμένον τεκοῦσα.

Πανάχραντος Δέσποινα, ἡ τόν τροφέα

τῶν ὅλων θηλάσασα.

Κειμήλιον ἁπάσης της Οἰκουμένης.

Δοχεῖον οὐρανίου εὐφροσύνης.

Ὁδηγός σωφροσύνης τῶν πιστῶν.

Λειμών εὐωδίας.

Παράδεισος ἀφθαρσίας.

Κλεῖς τῆς οὐρανῶν βασιλείας.

Ὀλκᾶς τῶν δεομένων σωτηρίας.

Ταμεῖον Προνοίας Θεοῦ.

Δοχεῖον σοφίας Θεοῦ.

Ἔνδυμα φωτός.

Καύχημα παρθένων.

Ἀγλάϊσμα μητέρων.

Θησαύρισμα ἁγνείας.

Ὠράϊσμα παρθενίας.

Στέφος ἐγκρατείας.

Ἄνθος ἀφθαρσίας.

Στήλη παρθενίας.

Πύλη σωτηρίας.

Ἀρχηγός νοητῆς ἀναπλάσεως.

Χορηγός θεϊκῆς ἀγαθότητος.

Ἔρεισμα λαμπρόν της πίστεως.

Γνώρισμα λαμπρόν της χάριτος.

Στόμα ἀσίγητον τῶν Ἀποστόλων.

Θάρσος ἀνίκητον τῶν Ἀθλοφόρων.

Θυμίαμα δεκτόν πρεσβείας.        

Δέσποινα μου Παναγιά! Τόσες τρισευλογημένες χάριτες! Γι αυτό σε προσφώνησε ο αρχάγγελος Γαβριήλ με το: Χαίρε, Κε χ α ρ ι τ ω μ έ ν η!

Ω χαρά μου να είσαι μητέρα της ψυχής μου!

Και ω ευτυχία μου να σε αισθάνομαι πάντα κοντά μου. Παναγιά μου, και να γερνώ στη στοργική αγκάλη σου σαν μικρό παιδί!

Ολόκαρδα και δοξολογικά σου ψάλλω:

 

Χαῖρε ταχεία ἀντίληψις.

Χαῖρε ἰσχύς κραταιά.

Χαῖρε τεῖχος ἀπόρθητον.

Χαῖρε θεῖον ἔρεισμα.

Χαῖρε ὅπλον ἀήττητον.

Χαῖρε πασχόντων θερμή βοήθεια.

Χαῖρε καμνόντων φαιδρά παράκλησις.

Χαῖρε πανύμνητε προπατόρων σέμνωμα.

Χαῖρε ἁγνή εὐκλησίας δότειρα.

Χαῖρε χαρά τοῦ κόσμου.

Χαῖρε χαρά καί ἀγαλλίασίς μου.

ΥΜΝΟΙ ΣΤΗΝ ΚΥΡΙΑ ΘΕΟΤΟΚΟ

Δοξολογικός

 

Δοξάζω Σέ, Παρθένε,

ὑμνῶ Σέ, Παναγιά,

τήν χάριν Σου κηρύττω,

Μήτηρ Θεοῦ, Μαρία,

Κυρίως Θεοτόκον,

Κόρη, ὁμολογῶ Σέ,

ἐξ ὅλης της καρδίας

θερμῶς  ὑμνολογῶ Σέ,

Θεόνυμφε Μαρία,

ἀσματικῶς αἰνῶ Σέ

καί ὡς Θεοῦ Μητέρα

ἀπαύστως εὐλογῶ Σέ.

Σέ ποθῶ προσκυνοῦμεν, Παρθένε Παναγιά,

Καί σέ ὑμνολογοῦμεν

ψυχή τέ καί καρδία.

Παντάνασσα Παρθένε,

Κόρη ὑπεραγία,

ψυχῶν ἁγνῶν γλυκύτης,

Πανάχραντε Μαρία.

Βασίλισσα ἀγγέλων,

Ἀνθρώπων σωτηρία,

καταφυγή καί σκέπη

πιστῶν, Ὑπεραγία.

Χαῖρε χαρᾶς ταμεῖον,

χαῖρε εὐλογημένη,

χαῖρε φωτός δοχεῖον,

χαῖρε δεδοξασμένη.

Χαῖρε νεφέλη κούφη,

χαῖρε θρόνε Κυρίου,

χαῖρε πύρινη στήλη,

χαῖρε σκηνή τοῦ θείου.

χαῖρε τροφή τοῦ μάννα,

χαῖρε τρυφή ἅγια,

χαῖρε Ὡραῖα Πύλη

τοῦ Λόγου, Παναγία.

 

 

 

 

Φωταγωγικός.

 

Μήτηρ φωτός ἀδύτου

φωτί σου φώτισον μέ,

ἀπέλασον τά σκότη

καί ὄλον ἄγνισον μέ.

Φωτιστικαίς ἀκτίσι

τόν νοῦν καταύγασόν μου,

τᾶς φρένας, τήν καρδίαν

φωτός Σου ἔμπλησόν μου.

Βαδίζειν φώτισον μέ

Ὀρθῶς, Παρθενομῆτορ,

τᾶς θείας τρίβους, Κόρη,

ἁγνή Θεοκυῆτορ,

ὁμίχλην τῶν παθῶν μου

διάλυσον φωτί Σου,

διάνοιξον τᾶς κόρας

τή θεία χάριτί Σου.

διάνοιξον τᾶς κόρας

τή θεία χάριτί Σου.

τόν νοῦν μου σκοτισθέντα

καταύγασον αὐγή Σου,

καί σκέδασον τήν πλάνην

τῶν λογισμῶν φωτί Σου.

Πύλη φωτός, Παρθένε,

Σκηνή τοῦ Μαρτυρίου,

φωτί Σου λάμπρυνον μέ,

θρόν’ ἀγλαέ Κυρίου.

Νεφέλη φωτοφόρε,

φωτόνυμε Μαρία,

ρύσαι μέ, Σαίς πρεσβείαις,

Μῆτερ Ὑπεραγία.

Πάναγνε φωτοτόκε,

Ναέ ἠγιασμένε,

πίστεως φῶς μοί δίδου

ἀεί Μήτηρ Παρθένε.

Ὑπέρφωτε Μαρία,

Σύ φωταγώγησον μέ,

ἐλπίδα δ’ οὐρανίαν,

ἁγνή, χορήγησον μέ.

Ἀγάπης ἀειφώτου

πλήρου μου τήν καρδίαν

και πάρεχέ μοι λόγον

προς θείαν Υμνωδίαν.

 

ΠΑΝΑΓΙΑ ΒΟΗΘΟΣ

 

Σύ βοηθός ἁμαρτωλῶν,

παράκλησις πασχόντων,

Σύ ὀρφανῶν ἀντίληψις,

ἐνίσχυσις καμνόντων.

Χειμαζομένων εἰ λιμήν,

πτωχῶν παρηγοριά,

ἀβοηθήτων δύναμις,

χηρῶν παραμυθία.

Σύ εὐσεβῶν τό στήριγμα,

ἐλπίς ἀπηλπισμένων,

τῶν ἐναθλούντων ἔρεισμα,

χαρά τῶν τεθλιμμένων.

Σύ σκέπη καί ἀντίληψις

τῶν Σοί καταφευγόντων,

Σύ εἰ στερέωμα πιστῶν,

ρύστις κινδυνευόντων.

Σήν κραταιάν ἀντίληψιν

παράσχου μοί, Κυρία,

ἐπί τήν Σήν ἐνίσχυσιν

θαρρῶ, ὤ Παναγιά.

Σύ σκέπε, φρουρεῖ, φύλαττε,

ἀπό παντός κινδύνου,

Σύ τῶν παγίδων ρύσαι μέ

τοῦ δυσμενοῦς ἐκείνου.

Σύ μοί γενού βοήθεια,

σθένος καί προστασία,

Σύ μοί, Παρθένε, ἄχραντε,

γενού μοί σωτηρία.

Σέ δυσωπῶ μεσίτευσον

πρός λύσιν ὀφλημάτων

τῷ Σῷ Υἱῶ καί ἄφεσιν

πολλῶν πλημμελημάτων,

Κόρη σεμνή Βασίλισσα,

κόσμου ἡ σωτηρία.

Σύ ἔσο μοί παράκλησις,

χαρά, παραμυθία,

ἴνα ἀπαύστως ἐν χαρᾷ

ὑμνῶ τό ὄνομά Σου,

καί ψάλλων μεγαλύνω Σέ

καί τά θαυμάσια Σου.

Πόσο με δυναμώνει τούτη η βεβαιότητα σου, άγιε Νεκτάριε. Η Παναγιά μαζί μου! Τι να φοβηθώ;

 

 

ΑΠΟ ΤΟΝ ΥΜΝΟΝ ΣΤΗΝ ΑΜΙΑΝΤΗ

Ικετευτικός

Δέσποινά μου, Θεοτόκε,

ἡ ἐλπίς καί ἡ ἰσχύς μου,

ἡ θερμή μου προστασία,

σκέπη καί καταφυγή μου,

Σύ τούς λογισμούς μου οἶδας,

Σύ τᾶς πράξεις μου γιγνώσκεις,

Σύ ἐπίστασαι, Παρθένε,

τᾶς πολλᾶς μου ἁμαρτίας.

Οὗ λανθάνει Σέ τά πάθη

τῆς ψυχῆς μου τῆς πασχούσης,

τῆς δεινῶς τραυματισθείσης,

καί ἀφρόνως ρυπωθείσης

ἁμαρτήμασι ποικίλοις,

λογισμοίς καί ἔργοις ἅμα,

κατηχρείωσα τό κάλλος

τῆς εἰκόνας τοῦ Θεοῦ μου.

πλήν Σύ, Δέσποινα, ὡς οἶδας

τήν ὑγείαν βράβευσον μοί,

θεραπεύσουσα τά ἕλκη

τῶν τραυμάτων τῆς ψυχῆς μου.

Σύ ἐπίχρυσον ρανίδας

Τῆς πολλῆς Σου συμπαθείας

Καί ἐπίδειξον μοί σπλάγχνα

Μητρικῆς φιλευσπλαγχνίας.

Σέ, Παρθένε, ἱκετεύω,

Καί θερμῶς παρακαλῶ Σέ

Οἰκτειρον, ἀντιλαβού μου

Ἐκ ψυχῆς ἐκδυσωπῶ Σέ.

Σύ γενού μοί προστασία,

Σέ μεσίτριαν αἰροῦμαι,

Σύ γενού μοί σωτηρία,

Σήν πρεσβείαν ἐξαιτοῦμαι.

Τῷ Υἱῷ διάλλαξον μέ,

Τόν Κριτήν ἰελωσαί μοί,

Τόν Δεσπότην ὀργισθέντα εὐμενῆ ἀπέργασαι μοί.

Δέχεται Σέ ὡς μητέρα

παρρησίαν κεκτημένην

καί συγχώρησιν παρέχειν

ἄφεσιν ἐξαιτουμένην.

Ἐκ ψυχῆς συντετριμμένης,

Δέσποινα, ἀναβοῶ Σοί,

πρόφθασον, ἀντιλαβού μου,

σωσόν μέ, ἐκδυσωπῶ Σέ.

Πρόσδεξαι τήν ἱκεσίαν,

ἄκουσον τοῦ στεναγμοῦ μου,

ἐπιβράβευσον μοί, Κόρη,

Τήν φιλίαν τοῦ Θεοῦ μου.

 

Στις καινούργιες μου δυσκολίες. Εσένα, Μητέρα, ικετεύω , μαζί με τον άγιο, που τόσο με αγαπά. Θα με ακούσεις και θα με λυτρώσεις πάλι.

 

 

 

 

 

ΣΤΗΝ ΑΜΟΛΥΝΤΗ

Λυτρωτικός

 

Δέξαι, Δέσποινα, ταχέως

τᾶς θερμᾶς μου ἱκεσίας,

καί προσάγαγε Κυρίω,

Κόρη, Μήτηρ τοῦ Θεοῦ μου,

σκέδασον δέ τᾶς ἐνέδρας

καί τό θράσος τοῦ ἐχθροῦ μου,

καί τῆς ὑψηλῆς σου δεῖξον

ἄξιον μέ προστασίας,

λύσον σύ τᾶς περιστάσεις

τῶν εἰς Σέ καταφευγόντων,

ἀποδίωξον τά στίφη

τῶν ἐμέ καταθλιβόντων.

Σύ ἀφόπλισον, Παρθένε,

δυσμενεῖς μοί πολεμίους

καί ἀλάστορας ἐχθρούς μου,

ἐπιβούλους καί δολίους.

Τήν κατώδυνον ψυχήν μου

ἐκ πληγῶν καί ἐκ τραυμάτων

διά Σῶν, ἁγνή Παρθένε,

ἀνωδύνων ἰαμάτων,

σπεῦσον ἴασαι καί σῶσον

καί ἐκ τῶν ἀρωστημάτων,

τῶν πολυωδύνων νόσων

καί παθῶν μου ἀνιάτων.

Θα με λυτρώσεις. Το βλέπω. Έρχεται η λύτρωση, γιατί με ακούς όπως η μάνα το παιδί της.

 

Στόν πόλεμο τοῦ πονηροῦ.

Πανύμνητε, Πανάχραντε,

κόρη Θεοκυῆτορ,

ἐνώτισαί μου τῆς φωνῆς,

ἁγνή Παρθενομῆτορ.

Ἰδέ δακρύων σταλαγμούς

ψυχῆς συντετριμμένης,

ἐπάκουσον τούς στεναγμούς,

καρδίας τεθλιμμένης.

Οὐ φέρω τά φρυάγματα

τοῦ δολεροῦ ἐχθροῦ μου,

οὐ σθένω πρός τᾶς μηχανᾶς,

τοῦ πονηροῦ ἐκείνου,

οὐ φέρω τᾶς ἐπιβουλᾶς,

τήν τόσην κακουργίαν,

οὐ στέγω πρός τήν φοβεράν

ἐκείνου πανουργίαν.

Οὔχ ὑπομένω τᾶς δεινάς

ἐνέδρας καί παγίδας,

ἀδυνατῶ πρός τᾶς πολλᾶς

τοῦ πονηροῦ βολίδας.

Ποικίλως ἐκπειράζει μέ,

παντοίως πολεμεῖ μέ,

εἰς ἁμαρτίας βάραθρα

ἕλκει καί συνωθεῖ μέ.

Παρακαλῶ Σέ, Δέσποινα,

λιμήν χειμαζομένων,

παρηγοριά τῶν πιστῶν,

σθένος ἠσθημένων,

ἐλεησόν μέ, οἴκτιρον,

φρούρησον, φύλαξον μέ,

τῆς τυραννίδος τοῦ ἐχθροῦ,

Δέσποιν’ ἁπάλλαξον μέ.

Ἀγάθυνον, Παντάνασσα,

ἐλπίς ἀπηλπισμένων,

ἀντιλαβού μου, ρύσαι μέ,

Λύσις ὀδυνωμένων.

Ἐν λύπαις Σέ παράκλησιν,

ἐν νόσοις θεραπείαν,

ἐν τοίς κινδύνοις λύτρωσιν

ἔχω καί προστασίαν.

Σέ πρόμαχον ἐπίσταμαι

τῶν ἐκπολεμουμένων,

ἑτοίμην δέ βοήθειαν

τῶν ἐκπειραζομένων.

Σύ μέ, Ἁγνή, διάσωσον

ἀπό τοῦ πολεμίου,

ἁπάλλαξον μέ τῶν δεινῶν,

δίκης τῆς αἰωνίου.

Σύ ἔσο μοί παράκλησις,

Θεόπαις ἐν τῷ βίῳ,

σύ παραμύθιον γλυκύ

γενού μοί ἐν σταδίῳ.

Σύ βάλσαμον ἐπίχεε,

ἐπί τά τραυματά μου.

Σύ μοί γενού μεσίτρια

πρός Σόν Υἱόν Παρθένε,

σύ δώρησαι μοί τήν ζωήν,

ναέ ἠγιασμένε.

 

Στο σκληρό τούτο πόλεμο Συ, Παναγιά μου, είσαι η υπέρμαχος στρατηγός και γρήγορα θα σου ψάλω τα νικητήρια ως λυτρωθείσα των δεινών εχθρών μου.

 

 

ΜΕ ΣΕΝΑ, ΝΙΚΗΤΡΙΑ ΠΑΡΘΕΝΕ

 

Διά Σου ἠμῶν τό γένος τῆς κατάρας ἐλυτρώθη,

διά Σου τοῦ Παραδείσου τῆς τρυφῆς κατηξιώθη.

Διά Σου ἀνεκαινίσθη πάσα τῶν ἀνθρώπων φύσις,

διά Σου ἐκαινουργήθη ἡ φθαρεῖσα πάλαι κτίσις.

Διά Σου ἐμεγαλύνθη τό Ἀδαμιαῖον γένος,

διά Σου κατηξιώθη λαβεῖν χάριν, δόξαν, σθένος.

Διά Σου, θεοκυῆτορ, πρός τό θεῖον κατηλλάγη,

διά Σου, Παρενομῆτορ, τυραννίδος ἀπηλλάγη.

Διά Σου τῆς εὐλογίας τοῦ Θεοῦ κατηξιώθη,

διά Σου τό μέγα τραῦμα τό ἀνίατον ἰάθη.

Διά Σου υἱοθεσίας ἔτυχε καί σωτηρίας,

διά Σου τῆς οὐρ5ανίας ἠξιώθη βασιλείας.

Διά τοῦτο Σοῖ, Παρθένε, πεποιθῶς νῦν καταφεύγω

καί τήν σήν φιλευσπλαγχνίαν ἐκ ψυχῆς καθικετεύω.

 

Κι αν τόσα και μεγάλα, μέγιστα έγιναν με Σένα, Παναγιά μου, δεν θα γίνουν κι αυτά που σου ζητάει η ψυχή μου; Πως όχι; Θα γίνουν. Σ’ ευχαριστώ.

 

Δός μου ἀπ’ τίς ἀρετές σου

Δέσποινα παντευλόγητε,

Ὑπέραγνε Παρθένε,

παράδεισε πανθαύμαστε,

κῆπε καλλωπισμένε,

Σέ δυσωπῶ, Πανάχραντε,

χαρίτωσον τόν νοῦν μου,

κατεύθυνον τᾶς σκέψεις μου,

φώτισον τήν ψυχήν μου.

Κόρη μέ ποίησον ἁγνόν,

πράον, σεμνόν, ἀνδρεῖον,

ἠσύχιον καί κόσμιον,

εὐθύν, ὅσιον, θεῖον,

ἐπιεικῆ, μακρόθυμον,

τῶν ἀρτῶν δοχεῖον,

ἄμεμπτον, ἀνεπίληπτον,

τῶν ἀγαθῶν ταμεῖον.

Δός μοί σοφίαν, σύνεσιν

καί μετριοφροσύνην.

Δός μοί νηφαλιότητα,

ὄμμα πεφωτισμένον, διάνοιαν ὁλόφωτον,

πνεῦμα ἐξηγνισμένον.

Ἀπέλασον τήν οἴησιν,

τήν ὑπερηφανίαν,

τόν τύφον, τήν φυσίωσιν

καί τήν ἀλαζονείαν,

τήν ὕβριν, τό ἀγέρωχον,

τήν ὑψηλοφροσύνην,

γλώσσαν μεγαλορρήμονα,

ἰσχυρογνωμοσύνην.

Τήν ἀστασίαν τήν φρικτήν,

τήν περιττολογίαν,

τήν πονηρίαν τήν πολλήν

καί τήν αἰσχρολογίαν.

Χάρισαι μοί, Πανάχραντε,

τήν ἠθικήν ἀνδρίαν,

τό θάρρος, τήν εὐστάθειαν,

δός μοί τήν καρτερίαν.

Δός μοί τήν αὐταπάρνησιν,

τῆς ἀφιλαργυρίαν,

ζῆλον μετ’ ἐπιγνώσεως

καί ἀμνησικακίαν.

Δός μοί ἀκεραιότητα,

εὐγένειαν καρδίας,

πνεῦμα εὐθές, εἰρηνικόν,

καί πνεῦμα ἀληθείας.

Φυγάδευσον, Πανάχραντε,

τά πάθη τῆς καρδίας,

τά πολυώνυμα, Ἁγνή,

τῆς ἠθικῆς δειλίας.

Τήν ἀνανδρίαν τήν αἰσχρᾶν,

τό θράσος, τήν δειλίαν,

τήν ἀτολμίαν τήν δεινήν

καί τήν ἀπελπισίαν.

Ἀρόν μοί, Κόρη, τόν θυμόν

καί πάσαν ραθυμίαν,

τήν ἀθυμίαν, τήν ὀργήν,

ὡς καί τήν ὀκνηρίαν.

Τόν φθόνον, τήν ἐμπάθειαν,

τό μίσος, τήν κακίαν,

τήν μῆνιν, τήν ἐκδίκησιν

καί τήν μνησικακίαν.

Τήν ἔριδα τήν εὐτελῆ

καί τήν πολυλογίαν,

τήν γλωσσαλγίαν τήν δεινήν

καί τήν βωμολοχίαν.

Δός μοί, Παρθένε, αἴσθησιν,

δός μοί εὐαισθησίαν.

Δός μοί συναίσθησιν πολλήν

καί εὐσυνειδησίαν.

Δός μοί, Παρθένε, τήν χαράν

πνεύματος τοῦ Ἁγίου.

Δός μοί εἰρήνην τή ψυχή,

εἰρήνην τοῦ Κυρίου.

Δός μοί ἀγάπην, ἔρωτα

θεῖον, ἐξηγνισμένον,

πολύν, θερμόν καί καθαρόν

καί ἐξηγιασμένον.

Δός πίστιν ζῶσαν, ἐνεργόν,

θερμήν, ἁγνήν, ἁγίαν,

ἐλπίδα ἀδιάσειστον,

βεβαίαν καί ὁσίαν.

 

Ἄρον ἀπ’ ἐμοῦ, Παρθένε,

τόν κλιόν τῆς ἁμαρτίας,

τήν ἀμέλειαν, τήν μέθην,

τήν ἀνελεημοσύνην,

τᾶς κακᾶς ἐπιθυμίας,

τήν δεινήν ἀκολασίαν,

γέλωτας τῆς ἀσελγείας

καί τήν πάσαν κακαουργίαν.

Σωφροσύνην δός μοί, Κόρη,

δός ἐγκράτειαν, νηστείαν,

προσοχήν καί ἀγρυπνίαν

καί ὑπακοήν τελείαν.

Δός μοί προσοχήν ἐν πάσι

καί διάκρισιν ὀξείαν,

σιωπήν καί εὐκοσμίαν

καί ὑπομονήν ὁσίαν.

Ἐπιμέλειαν παράσχου,

Δέσποινα, πρός ἐργασίαν,

πρός τελείωσιν καί ζῆλον

ἀρετῶν πρός γυμνασίαν.

Τήν ψυχήν μου, τήν καρδίαν

καί τόν νοῦν μου, Παναγία,

τήρει ἐν ἁγιωσύνῃ,

φύλαττε ἐν παρθενίᾳ.

 

Πω, πω! Γι αυτό άγιασες, άγιες μου Νεκτάριε! Τόσες αρετές, που ούτε τις φαντάζομαι! Δός μου λίγες με την ευχή σου και τη μεσιτεία σου στην Κεχαριτωμένη Πανάμωμο Παναγιά Θεοτόκο. Λίγες απ’ τις τόσες σου, άγιε μου. Σε παρακαλώ, λίγες.

 

 

 

 

 

ΥΜΝΟΙ ΙΣΤ’ ήχος γ’

ΣΤΗΝ ΒΑΣΙΛΙΣΣΑ ΤΩΝ ΑΓΓΕΛΩΝ

 

Χαῖρε εὐλογημένη, Παρθένε Θεοτόκε,

λιμήν καί προστασία

τοῦ γένους τῶν ἀνθρώπων,

ἔκ σοῦ γάρ ἐσαρκώθη

ὁ λυτρωτής τοῦ κόσμου,

ἔκ σοῦ προῆλθε, Κόρη,

ὁ ἄναρχος Θεός μου.

Σύ μόνη γάρ ὑπάρχεις

καί μήτηρ καί παρθένος

ἀεί εὐλογημένη καί δεδοξασμένη.

Πρέσβευε, Παναγία, Θεῶ ἠγαπημένη,

δωρήσασθαι εἰρήνην

πάση τή Οἰκουμένη.

Ὠδή β’

 

Σέ τήν ἀνατραφείαν

ἐν τῷ ναῷ Κυρίου

καί ἐπισκιασθεῖσαν

ἐκ Πνεύματος Ἁγίου,

τήν ἀφιερωθεῖσαν Θεῶ,

τήν Παναγίαν,

τήν περιβεβλημένην

τήν πίστην, τήν σοφίαν,

τήν ἄμετρον δέ σχοῦσαν

ὡς κόσμον παρθενίαν,

τήν ἄμωμον τέ χάριν,

τήν ἄσπιλον ἁγνείαν,

τήν παρά τοῦ ἀγγέλου

τό χαῖρε δεξαμένην,

τήν κεχαριτωμένην,

ὑπερευλογημένην

τήν μεμακαρισμένην,

ὑπερδεδοξασμένην,

τήν τοῦ Θεοῦ Μητέρα

ἀφράστως γενομένην,

σέ καί ἠμεῖς προφρόνως

αἰνοῦμεν, εὐλογοῦμεν,

καί ἐκ ψυχῆς ἀπαύστως

θερμῶς δοξολογοῦμεν.

Δέχου τόν ὕμνον, Κόρη,

φιλούντων ἐκ καρδίας

καί ἐκ ψυχῆς ὑμνούντων

καί ὅλης διανοίας.

Ὠδή γ’

Βουλόμενος ὁ Κύριος

τόν ἄνθρωπον, ὄν ἔπλασεν,

εἰκόνα καί ὁμοίωσιν πάλιν ἀνακαλέσασθαι

σάρκα ἔκ Σοῦ, Θεόνυμφε,

λαβῶν αὐτόν ἀνέπλασε,

καί θεαρχίαν τριλαμπή

τρισήλιον ἐδίδαξεν.

Ὠδή ἐ’

Ποικίλαις περιστάσεσι

καί συμφοραίς κυκλούμενος,

Παρθένε, πρός ἀπόγνωσιν

τυγχάνω ἐξωθούμενος,

ἀλλά τήν σήν ἀντίληψιν,

ἔχων καί τήν βοήθειαν,

Παρθένε, δισώζομαι

τῆς ἀπωλείας τῆς δεινῆς.

Ὕμνος κ’. Ἦχος γ’

Τῶν μητέρων παρθενία

ἐστ’ ἀλλότριον, Παρθένε,

καί παρθένοις ἐστί ξένον,

κόρη, ἡ παιδοποιϊα.

Ἀλλ’ ἐν Σοῖ ὠκονομήθη

μόνη μητροπαρθενία

καί ἐδείχθης Θεομήτωρ

Μήτηρ ἅμα καί Παρθένος.

 

Ὕμνος κγ’

Ἐπί Σοῖ τᾶς ἐλπίδας ἀνεθέμεθα

οἱ Σέ, Παρθένε Μῆτερ, νῦν γεραίροντες,

σύ γάρ ὑπάρχεις σκέπη καί κραταίωμα

τῶν ὑμνητῶν Σου, Κόρη, ὑπερύμνητε,

καί ἐκ παντοίων σώζεις περιστάσεων,

ἐκ χαλεπῶν κινδύνων καί ἐκ πειρασμῶν,

ἀεί δέ μεσιτεύεις σύ ὑπέρ αὐτῶν

πρός τόν Υἱόν Σου, Κόρη, τόν Πανάγαθον,

ὅπως ἁμαρτημάτων δώση ἄφεσιν

καί θείων ἀξιώση Κόρη, δωρεῶν,

καί πάντας ἀναδείξη τοῦ φωτός υἱούς

καί κληρονόμους δόξης τῆς τῶν οὐρανῶν.

 

Ὕμνοι λα’

Δέσποινά μου, Θεοτόκε,

ἐλπίς καί ἡ ἰσχύς μου,

ἡ τό ἀγαλλίαμά μου,

ἡ τοῦ κόσμου σωτηρία,

ἡ τῶν ἐναθλούντων μόνη

ἕτοιμος ἐπικουρία,

σέ, Παρθένε, ἱκετεύω

καί θερμῶς ἐπικαλοῦμαι,

τήν σήν χάριν μοί παράσχου

ὁλοψύχως ἐξαιτοῦμαι.

ἰλεόν μοί τόν Θεόν μου

προσπαθῶ νά ἀποκτήσω

καί ἀσκήσεσι καί πόνοις

τούτω νά εὐαρεστήσω.

Ἀλλά ὅσον κοπιάζω,

ἀγωνίζομαι, στενάζω,

τόσον ἐν τή ἁμαρτία,

τή φρικτή ἀλαζονεία,

ἐν τῷ φθόνῳ καί τῷ μίσει,

τή ὀργή καί τή κακία

ἀνευρίσκω ὅτι κεῖμαι

καί ὡς δέσμιος κρατοῦμαι.

(Ἐσύ, ἅγιέ μου; Τότε ἐγώ;

Ἐγώ τί νά πῶ τότε; Τί;)

Πάντα πόνον καταβάλλω,

πάσαν τήν προσπάθειάν μου

ὅπως, Κόρη, κατορθώσω

ἐπί τέλους νά ἀποκτήσω

ἐκ τῶν ἀρτῶν καμμίαν,

τήν ἀγάπην, τήν φιλίαν,

τῆς ψυχῆς μου τήν γαλήνην,

τῆς καρδίας τήν εἰρήνην,

τήν πρός τόν Θεόν λατρείαν

ἔνθερμον, ἁγνήν, ἁγίαν,

ἀφοσίωσιν τελείαν

καί ἀγάπην ἐπαξίαν,

τήν ἐλπίδα τήν βεβαίαν

καί τήν πίστιν τήν ἐδραάιν.

αἵ δυνάμεις ἀτονούσι

Καί οὐδόλως ἐνεργούσι

Πρός τήν τελειότητά μου,

Πρός τήν ἁγιότητά μου.

Οἶδα ὡς οὐδέν ἀνύω

Ἄνευ θείας βοηθείας,

Οἶδα ὅτι καταλύω

Ἄνευ θείας συνεργείας.

Διά τοῦτο σοῖ προσπίπτω

καί θερμῶς παρακλῶ Σέ,

Δέσποινά μου Παναγία,

Δυσωπῶ, ἐκλιπαρῶ Σέ,

Τόν Δεσπότην, τόν Θεόν μου,

Τόν σοφόν Δημιουργόν μου,

Ἴλεον ἀπέργασαι μοί,

Εὐμενῆ δέ ποιησόν μοί,

Ὅπως κοινωνόν μέ δείξη

Τῆς ἁγίας χάριτός Του

Καί καλῶς μέ ἐνισχύση

Διά τῆς δυνάμεώς Του.

Ὅπως, Κόρη, ἐξαγνίση

Τήν ψυχήν καί τήν καρδίαν

καί δωρήσηται μοί χάριν,

σύνεσιν τέ καί σοφίαν,

πλημμυρίση τήν καρδίαν

θείας καί σφοδρᾶς ἀγάπης

καί παράσχη μοί ἐλπίδα

ἀκλινῆ τέ καί βεβαίαν,

σταθεράν μοί δῶ δέ πίστην

ζῶσαν, ἐνεργόν, ἑδραίαν,

δαψιλεύση μοί εἰρήνην

καί χαράν καί εὐφροσύνην,

καί παράσχη μοί γαλήνην

τήν θεόδοτον ἐκείνην.

ταῦτα πάντα σαίς πρεσβείαις

δύναμαι, ὤ Παναγιά,

Ὁ Σός δοῦλος ν’ ἀποκτήσω,

εἰς Θεόν δέ νά πλουτήσω

καί αὐτῶ εὐαρεστήσω.

 

 

 

 

 

Ὕμνος λε’

Τήν πύλην τήν οὐράνιον,

Τήν κιβωτόν τήν ἄχραντον,

Τό ὄρος τό πανάγιον,

Νεφέλην τήν ἀείφωτον,

Κλίμακα τήν οὐράνιον,

Τόν λογικόν Παράδεισον,

Τῆς Εὕας δέ τήν λύτρωσιν,

Τήν τοῦ Ἀδάμ ἀνάκλησιν,

Τῆς Οἰκουμένης τίμιον

Ἁπάσης τό κειμήλιον

Ὑμνήσωμεν ἐν ἄσμασι,

Ἐν ψαλτηρίῳ καί ὠδαίς,

Ὅτι τῷ κόσμῳ ἄφεσις

Καί ἱλασμός ἁμαρτιῶν

Παναληθῶς ἐγένετο

Τῷ προελθόντι ἐξ αὐτῆς.

Διό αὐτή βοήσωμεν

Τόν Σόν Υἱόν ἱκέτευε

Πταισμάτων ἠμῶν ἄφεσιν

Δωρήσασθαι ὡς ἀγαθόν

Τοίς προσκυνούσιν εὐσεβῶς

Αὐτόν Θεόν ἀληθινόν.

 

Ὕμνος λθ’.Εὐχαριστήριος

Εὐχαριστήριον αἶνον χρεωστικῶς,

Ὡς ἡ χήρα ἐκείνη τά δυό λεπτά,

Σοί προσφέρω, Παρθένε, ὑπέρ πασῶν

Τῶν χαρίτων Σου, Κόρη, τῶν πρός ἐμέ.

Σύ γάρ σκέπη μου εἰ καί βοήθεια,

Πειρασμῶν λυτρουμένη καί θλίψεων

Καί παντοίων κινδύνων ἐξαίρουσα

Καί εἰς τρίβους εὐθείας εὐθύνουσα.

Ὅθεν ὡς ἐκ καμίνου φλεγούσης μέ

Τῶν θλιβόντων ρυσθεῖς, πολυύμνητε,

Ἐκ καρδίας βοῶ σοί καί δέομαι

Σαίς πρεσβείαις βοήθει μοί, Δέσποινα,

Τόν Υἷον καί Θεόν Σου ἰκέτευσον

Τῶν πταισμάτων μου δοῦναι τήν ἄφεσιν

Σέ γάρ ἔχω ἐλπίδα ὁ δοῦλος Σου

Καί πλήν Σου προστασίαν οὐ κέκτημαι.

Ὕμνος μ’. Παρακλητικός πάλι.

Τήν ψυχήν μου, Παρθένε, τήν ταπεινήν,

Τήν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν

Ποντουμένην, Παρθένε, ἁμαρτῶν

Τῷ φορτίῳ ὀφθείσαν ὑπέραντλον,

Ἀκυβέρνητον δ’ οὖσαν ὁλοτελῶς

Καί εἰς Ἅδου πυθμένα καταπεσείν

Κινδυνεύουσαν, Κόρη, σῶσον αὐτήν

Τή θερμή Σου πρεσβεῖα πρός τόν Θεόν

Καί λιμένα παράσχου τόν εὔδιον

Ἴν’ ἐν πίστει δοξάζω σέ, Δέσποινα.

 

Τήν ψυχήν μου νοσοῦσαν πάθει δεινῶ

Ἡ τόν Λόγον τεκοῦσα τόν του

[Πατρός

Ἀπό τῶν τυραννούντων μέ δυσμενῶν

Καί μέ κολαφιζόντων πάνυ δεινῶς

Σύ, Μαρία Παρθένε, βοῶ σοί θερμῶς,

Ὡς ἀεί συμπαθοῦσα, ἐκλύτρωσαι Σύ,

Σύ μέ ἴασαι, Κόρη, ἴνα Σέ ὑμνῶ,

Μεγαλύνω, γεραίρω καί εὐλογῶ.

(Αν σύ, αγιέ μου, μετά τον ευχαριστήριο ύμνο για την βοήθεια, βρισκόσουν πάλι σε «ζάλη του βίου των πειρασμών» και σε κολάφιζαν οι τυραννούντες, γιατί παραξενεύομαι εγώ ο αμαρτωλός; Εκλύτρωσαι Σύ, Σύ με ίασαι, Κόρη, με τις πρσεβείες του Αγίου Νεκταρίου, που ξέρει και συμπαθεί. Και έχω την βεβαιότητα, από την πείρα μου, πως πολύ σύντομα θα με λυτρώσεις, Παναγία μου, και πάλι θα σου ψάλω, μαζί με τον άγιο, καινούργιο ευχαριστήριο ύμνο του: )

 

Αἶνον Σοί ἀναμέλπω εὐχασριστήριον

Ὑπέρ πασῶν τῶν πρός ἐμέ χαρίτων Σου.

Σύ γάρ μοί ὤφθης σκέπη καί βοήθεια,

Ἑξαιροῦσα μέ πειρασμῶν καί θλίψεων.

Ὡς δέ ἐκ μέσου τῆς καμίνου τῆς φλογός

Ρυσθεῖς, Παρθένε, μέσω τῶν θλιβόντων

[μέ,

Ἐκ μέσου τῆς καρδίας σοί ἐμφύμνιον

Ἄδω σοί μεγαλύνων Σήν ἀντίληψιν.

Σύ τόν δρακί τήν πάσαν κτίσιν ἔχοντα

Ὡς βρέφος ἐν ἀγκάλαις ἐγαλούχησας,

Ὡς Μήτηρ δέ τόν ποιητήν εὐϊλατον

Ἐποίησας, Κόρη Παναγία.

Πηγήν Σέ ἀναβλύζουσαν τῶν ἀγαθῶν,

Πλημμύραν τέ ἰάσεων ἀνέδειξεν,

Εὐεργεσίας δ’ ἀφειδῶς προχέουσαν

Τοίς δεομένοις, Δέσποινα, Σῶν δωρεῶν.

(ἀπό τόν μβ’ ὕμνον).

 

 

Ὕμνος μς’

ΕΙΣ ΤΗΝ ΚΕΧΑΡΙΤΩΜΕΝΗΝ

Ὤ Μαρία Θεομῆτορ,

Δέσποινα Θεοκυῆτορ,

Ὑπ’ ἀγγέλων ὑμνουμένη,

Χαῖρε Κεχαριτωμένη.

 

Σύ χαρίτων εἶσαι κῆπος

Καί λειμών εἰ εὐωδίας

Καί χωρίον ἀφθαρσίας

Καί λιμήν τῆς ἀσφαλείας.

 

Σύ προνοίας εἰ ταμεῖον

Καί σοφίας εἰ δοχεῖον,

Τράπεζα εἰ εὐφροσύνης

Καί κρατήρ τῆς χαρμοσύνης.

Σύ εἰ κλεῖς τῆς οὐρανίας

Αἰωνίου βασιλείας

Καί πηγή τῆς σωτηρίας

Καί ὁδός τῆς ἀληθείας.

 

Σύ ὀλκᾶς εἰ σωτηρίας,

Δότειρα ἐλευθερίας

Καί αἰτία εὐκληρία

Καί Θεοῦ υἱοθεσίας.

 

Σύ κρατήρ εἰ παρθενίας

Καί ἀπύγασμα ἁγνείας,

Ἔρεισμα ἁγιωσύνης,

Θέμελον τῆς σωφροσύνης.

 

Σύ ἀγλάϊσμα μητέρων,

Σύ ὠράϊσμα παρθένων,

Ἐγκαλλώπισμα Ὁσίων

Σέμνωμα εἰ τῶν δικαίων.

 

Συει στέφος ἐγκρατείας

Καί κραταίωμα νηστείας,

Σκεῦος τοῦ Θεοῦ σοφίας

Ὁδηγός τῆς εὐσεβείας.

 

Σύ Θεοῦ εἰ εὐδοκία,

Σύ βροτῶν ἡ παρρησία,

Πρός Θεόν εἰ μεσιτεία

Καί ψυχῶν ἡ σωτηρία.

 

Σύ εἰ σκήνωμα τοῦ θείου,

Τοῦ φωτός τοῦ τρισηλίου

Τοῦ Θεοῦ τοῦ αἰωνίου,

Κόρη, τοῦ ἐπουρανίου.

 

Πύργος εἰ τῆς Ἐκκλησίας,

Πύλη δέ τῆς σωτηρίας

Καί ζωῆς τῆς μακαρίας

Ἔμβλημα ἀθανασίας.

 

Ὤ ἀνύμφευτε Παρθένε,

Ὤ Ναέ ἠγιασμένε,

Πάντιμε, εὐλογημένη,

Χαῖρε Κεχαριωμένη.

Χαῖρε Κεχαριτωμένη.

Χαῖρε Κεχαριτωμένη.

 

Ὕμνος μθ’

Ὕμνουμεν Σέ, Παρθένε, ἁγνή

Θεοκυῆτορ,

Δι’ ἤς τό θεῖον κάλλος ἀνέτειλε

Τῷ κόσμῳ,

Καί πόθω γλυκυτάτω, Κόρη, Σέ

Εὐλογοῦμεν.

 

Γλώσση ἱερωτάτη καί χείλεσιν ἁγίοις,

Καρδία ἀγνευούση ψυχή καθαρωτάτη

Ὁμολογοῦμεν πάντες ἁγνήν Θεοῦ μητέρα.

Σής συμπαθείας, Κόρη, ἀξίωσον,

Βοῶ Σοί,

Ἡ μόνη ἀπορρήτως κυήσασα

Τόν Λόγον,

Καί σῶσον Σαίς πρεσβείαις

Τούς πίστει σέ ὑμνοῦντας.

 

Καταφυγή καί σκέπη πιστῶν καί

Προστασία, θερμή ἰκετηρία,

Ταχεία μεσιτεία,

Τούς Σέ πιστῶς τιμώντας,

Σύ φρουρεῖ, Παναγία.

 

Ὕμνος ξγ’

Τόν πλοῦτον τόν ἀμέτρητον,

Ἁγνή, τῆς συμπαθείας Σου,

Καί κράτος σου τό ἄμαχον

Τῆς θείας δυναστείας Σου

Εἰς νοῦν ἀναλαβόμενος

Προσέδραμον τή σκέπη Σου

Καί κράζω ἐκ βαθέων μου

Σωσόν μέ τῷ ἐλέει Σου.

 

Παντελεῆμον Δέσποινα,

Ἤ τόν ἐλέους θελητήν

Τεκοῦσα, τοῦτον μητρικαίς

Δεήσεσιν δυσώπησον,

Καί τήν ψυχήν μου πάσχουσαν

Προφθάσασα διάσωσον

Καί τόν ἀλάστορα ἐχθρόν

Ἀπέλασον τόν πτερνιστήν.

 

Κατολισθήσας, Δέσποινα

Ταίς ἐπηρείαις τοῦ ἐχθροῦ, εἰς ἀπωλείας τόν βυθόν καταπεσῶν κατάκειμαι.

Μή οὔν βδελύξη Δέσποινα,

Τήν δέησίν μου δέομαι,

Ἀλλά μέ οἰκτειρήσασα

Ἀντιλαβού καί σῶσον μέ.

 

Καταπεσόντα μέ ἰδών

Κομπάζει, Κόρη, ὁ ἐχθρός,

Ἀλλά Σύ μέ ἀνάστησον

Καί τοῦτον ξιφεῖ πάταξον

Τῶν πρεσβειῶν Σου πρός Θεόν,

Ὅπως ρυσθῶ ὁ δείλαιος

Καί ἀνεσπέρου κοινωνόν

Ἡμέρας μέ ἀνάδειξον.

Ἀντιλαβού καί σῶσαι μέ ρύσαι μέ καί ἀνάδειξε μέ κοινωνό τῆς ἀνέσπερης μέρας. Παναγιά μου, Δέσποινα, μέ τίς πρεσβεῖες τοῦ ἁγίου Νεκταρίου, πού τόσο σ’ ἀγαποῦσε.

 

ΣΤΗΝ ΠΑΝΤΕΥΛΟΓΗΤΟΝ ΚΟΡΗΝ

 

Κιβωτός εἰ Διαθήκης,

Τράπεζα εἰ, Παναγία,

Ἰλαστήριον τοῦ κόσμου

Καί χαρά, Ὑπεραγία.

 

Εἰ ὁλόφωτος νεφέλη,

Θρόνος τοῦ ἐπουρανίου,

Καί αὐγή ἡμέρας, Κόρη,

Ἀνατέλλοντος ἡλίου.

 

Εἰ κογχύλη συλλαβοῦσα

Τόν Χριστόν τόν μαργαρίτην

Τόν πολύτιμον, τόν μέγα,

Τόν Σωτήρα ἀρχιθύτην.

 

Στήλη τοῦ φωτός ὑπάρχεις

Τούς πιστούς ποδηγετοῦσα

Καί ἡμέρα φωτοφόρος

Εὐσεβεῖς φωταγοῦσα.

 

Σύ τοῦ Ἀαρῶν εἰ ράβδος

Ἡ βλαστήσασα, Μαρία,

Ἡ τό ἄνθος τόν Σωτήρα

Ἐξανθήσασα, Κυρία.

 

Σύ εἰ στάμνος ἡ τό μάννα

Τό οὐράνιον δεχθεῖσα,

Σύ εἰ, Κόρη, ἡ ὡς μήτηρ

Τοῦ Χριστοῦ προορισθεῖσα.

 

Σύ εἰ κλίμαξ ἡ εἰς πόλον

Τούς πιστούς ἀναγαγοῦσα,

Καί τήν γῆν ἠμῶν, Παρθένε,

Πρός τόν οὐρανόν ἐνοῦσα.

 

Σύ λαβίς εἰ συλλαβοῦσα

Ἄνθρακα Χριστόν Κυρίου,

Τόν Σωτήρα τῶν ἀνθρώπων

Ἐκ πυρός τοῦ αἰωνίου.

 

Σύ ὁ τόμος εἰ, Παρθένε,

Ἐν ὤ τοῦ Πατρός ὁ Λόγος

Ὡς Θεάνθρωπος ἐγράφη

Ὑπέρ νοῦν καί ὑπέρ λόγον.

 

Σύ Παράδεισος εἰ, Κόρη,

Ἐν ὤ τῆς ζωῆς τό ξύλον

Πεφυτούργηται ἐν μέσῳ

Ζωήν δίδον αἰωνίαν.

 

Απ’ όλα τα μεγαλειώδη και τα σωτήρια και τα ευεργετικά είσαι. Παναγία μου. Απ’ όλα. Κυρία Θεοτόκε! Απ’ όλα!

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ἐν κλίνῃ κατακείμενος,

Ἁγνή της ἀμελείας μου

Τόν χρόνον ὄλον τῆς ζωῆς

Ραθύμως κατηνάλωσα,

Χιτώνα δέ τόν φωτεινόν,

Στολήν τῆς ἀφθαρσίας μου,

Ἠμαύρωσα, ἠχρείωσα

Καί πάσαν κατεσπίλωσα.

 

Τό ἄλγος τῆς καρδίας μου,

Παρθένε, Σύ θεράπευσον,

Καί τοῦ νοός μου τήν ἀχλύν

Τῆς πλάνης διασκέδασον,

Καί ἐν καρδίᾳ καθαρά

Ὑμνείν σέ καταξίωσον

Καί ἐξαιτεῖσθαι καί εὐρείν

Ἔλεος μέ βοήθησον.

 

Ζυγόν τόν τοῦ Κυρίου μου

Καί τό φορτίον, Δέσποινα,

Τό ἐλαφρόν καί τό χρηστόν

Βαστάζειν μέ ἀξίωσον,

Καί τῆς κακίας τά δεινά

Τά ἄχθη τά δυσβάσταχτα

Μέ ἀποθέσθαι, Δέσποινα

Παρθένε, Σύ ἐνίσχυσον.

 

Ὡς ἐλεήμων, Δέσποινα,

Καί ἀγαθή ὑπάρχουσα

Κά παρρησίαν πρός Θεόν

Τόν Ποιητήν Σου ἔχουσα

Τόν ἐν ἐλέει πλούσιον

Καί οἰκτιρμοίς ὑπάρχοντα

Τοῦ ἐλεῆσαι αἴτησαι

Τούς ἀνιάτως πάσχοντας.

 

Ἡ ἐν ἀγκάλαις φέρουσα

Τόν σύμπαντα συνέχοντα,

Ἐν τή δρακί καί νεύματι

Μόνον πάντα διέποντα,

Ἐπίπνευσον

Καί ἐπ’ ἐμέ

Παντοίως πολεμούμενον,

Καί κόπσον τόν κλύδωνα

Καί σῶσον μέ ποντούμενον.

 

Τόν πόνον, Κόρη, τῆς ψυχῆς

Καί τᾶς ὀδύνας τῆς σαρκός,

Παρθένε, μεταποίησον,

Ὀχλουντά μέ διηνεκῶς,

Καί ραθυμίας, Δέσποινα,

Τά νέφη διασκέδασον,

Καί εὐφροσύνης γλυκασμόν

Δοθῆναι μοί ἀξίωσον.

 

Μεσίτριαν πρός τόν Θεόν

Καί πρεσβευτήν ἐπίσταμαι,

Καί ἄλλην πλήν Σου, Δέσποινα,

Παράκλησιν οὐ κέκτημαι.

Σύ μοί γενού ἐγγυητής

Καί βίου ἐπανόρθωσις,

Χειραγωγός πρός ἀρετήν

 καί γνῶσις καί διάσωσις.

 

Τόν νοῦν μου Σύ ἁγίασον

Καί τήν ψυχήν μου φώτισον

Καί τήν καρδίαν ἄγνισον

Καί ὄλον μέ καθάρισον,

Καί θείας δόξης μέτοχον

Γενέσθαι καταξίωσον

Καί κληρονόμον τῆς ζωῆς

Τῆς αἰωνίου ποίησον.

 

 

 

ΣΤΗΝ ΥΠΕΡΦΩΤΗ ΜΑΡΙΑ

 

Τοῦ βασιλέως θρόνος πέλεις πάγχρυσος

Εὐανθής μυροβλητῶν παράδεισος,

Τόν γάρ Θεόν ἐν Σῇ γαστρι βαστάσασα

Μυρίζεις πάσι χάριτας, Παντάνασσα.

 

Τήν κιβωτόν τήν θείαν τήν χωρήσασαν

Αὐτόν τόν νομοδότην τόν ἀχώρητον,

Τόν διανοία πάση ἀπερίληπτον,

Μαρίαν τήν Παρθένον μακαρίσωμεν.

 

Τόν σαρκωθέντα Λόγον ἡ κυήσασα

Αὐτόν δυσώπει, Κόρη, ἐκλυτρώσασθαι

Ἠμᾶς τῶν σαρκικῶν παθῶν καί μολυμῶν

Καί πάντων τῶν δεινῶν του βίου

[ρύσασθαι.

 

Ὡς μόνη οὖσα τῶν ἀγγέλων χαρμονή

Χαρᾶς μου τήν καρδίαν πλήρωσον,

σεμνή,

 

καί αὔγασον τόν νοῦν μου σκυθρωπάζοντα

ἐξ ἀμελείας, Κόρη, καί στυγνάζοντα.

 

Ἡ καλλονή τοῦ Ἰακώβ μέ φαίδρυνον

Ταίς τῶν καλῶν ἰδέαις, ἱκετεύω Σέ,

Καί πόθων ἱερῶν μέ καταπλούτισον

Καί καλλονῆς τῆς πρώτης μέ ἀξίωσον.

 

Μαρία, καθαρόν Χριστοῦ παλάτιον,

Παρθενομῆτορ, τῶν ἁγίων ἅγιον,

Σύν Ἀποστόλοις τόν Θεόν ἱκέτευε

Ὑπέρ τῶν Σέ τιμώντων, Θεονύμφευτε.

 

Τῶν Ἀποστόλων γέγονας ἡ καλλονή

Καί τῶν ἁγίων ἀθλοφόρων χαρμονή.

Τόν Κύριο ἠμῶν ἱκέτευε ὑπέρ ἠμῶν

Τοῦ δοῦναι ἠμίν ἄφεσιν ἁμαρτιῶν.

 

ΠΡΟΣΕΥΧΗ ΜΕΤΑΝΟΙΑΣ

 

Ἡ καταγίς μέ χειμάζει

Τῆς ἁμαρτίας, Παρθένε,

Καί συγκλονεῖ καί ταράσσει

Τήν ἀσθενοῦσαν ψυχήν μου.

Σπε’ὑσόν του μέ ἐξελέσθαι

Τοῦ κλύδωνος καί τῆς ζάλης

Εἰσάγουσα εἰς λιμένα,

Πανάμωμε, μετανοίας.

 

Ρύσαι μέ Σύ, Θεοτόκε,

Τῆς πονηρᾶς συνήεθιας,

Στήριξον δ’ ἐπί πέτραν

Τῶν ἐντολῶν τοῦ Κυρίου,

Περιτρεπόμενον δόλοις

Παντοίοις καί μεθοδίαις

Τοῦ παλαιοῦ πτερνιστοῦ μου

Καί τήν ζωήν μου σπιλούντα.

 

Ἀξίωσον μέ, Παρθένε,

Κυρίω εὐαρεστῆσαι

Ἐν λόγοις τέ ἔργοις

Καί ἄξια μοί ποιῆσαι

Καί πάσαν τέλος κακίαν

Καί ἁμαρτίαν μισῆσαι

Ἀπό ψυχῆς καί καρδίας

Καί τέλειον ἀποπτύσαι.

 

Ἀμήν.

Ἀμήν, Παναγία μου.

 

 

 

 

ΣΤΗΝ ΠΑΝΑΓΙΑΝ ΠΑΡΘΕΝΟΝ

ΤΟ ΕΡΓΑΣΤΗΡΙΟ

ΤΩΝ ΑΠΟΡΡΗΤΩΝ ΘΑΥΜΑΤΩΝ

 

Τά ἔθνη νῦν δεῦτε πάντα

Φωνή ἐν ἀγαλλιάσει

Τήν Παναγίαν Παρθένον

Ἀνευφημήσωμεν πόθω.

Τῆς ἀνθρωπίνης οὐσίας

Τό χωνευτήριον ὤφθη,

Τῶν ἀπορρήτων θαυμάτων

Τό ἐργαστήριον ὄντως.

 

Ἐν γάρ αὐτή ἐγεγόνει

Καινά τά πάντα ἀπορρήτως.

Ὁ ἄναρχος γάρ γεννᾶται,

Παχύνεται δέ ὁ Λόγος,

Θεός βροτός καθορᾶται,

Βροτούς λυτρώσασθαι θέλων

Καί τούς φθαρέντας τή πλάνη

Τή ἀφθαρσία θεῶσαι.

ΣΤΗΝ ΠΕΡΙΚΑΛΛΗ ΠΑΡΘΕΝΟΝ

 

Ἡ περικαλλής καί φωταυγής Παρθένος

Ταίς ἰδέαις Σύ κάλλυνον,

Φαίδρυνον μέ,

Ὅπως κράζωσι, Παρθένε Πανγία,

Μακριά εἰ ὑπερδεδοξασμένη.

 

Πύλη φωτός, τῆς μετανοίας πύλην

Φωταυγή μοί Σύ ὑπάνοιξον, Παρθένε,

Καί δεικνύουσα ὁδόν δικαιοσύνης

Φέρουσαν, Ἁγνή, εἰς τέλος σωτηρίας.

 

Ἀμήν, Παναγία μου.

Ἀμήν!

 

 

 

 

 

 

 

Ο ΓΛΥΚΑΣΜΟΣ ΜΑΣ, ΧΑΙΡΕ.

 

Ἱερά μυροθήκη, χαῖρε ἠδύπνοον

Μύρον φυλάξασα. Χαῖρε θεία κρήνη

Ζωήν ἡ βρύσουσα, Δέσποινα.

Χαῖρε ἡ τόν βρότρυν τόν πέπειρον

[γεωργήσασα

Ἀγεώργητος ἄμπελος, ἄχραντε.

 

Ἡ χαρά τετοκυία, χαῖρε Μητροπάρθενε.

Χαῖρε, Θεόνυμφε. Χαῖρε θεία πύλη δί ἤς

Θεοῦ ὁ Λόγος διώδευσε.

Χαῖρε παρθενίας χάρις ἀντίζηλος,

[Ἄχραντε.

Χαῖρε κρίνον ἡδύοσμον, Δέσποινα.

 

Σωτηρία τοῦ κόσμου,

Χαῖρε Μήτηρ εὔσπλαγχνε,

Κόρη πανένδοξε.

Χαῖρε πηγή εὐσεβείας,

Ζωῆς συγγνώμης καί χάριτος.

Χαῖρε εὐφροσύνη καί γλυκασμός

Καί χαρμοσύνη τῶν ὑμνούντων Σέ,

Κόρη πανύμνητε.

 

Ὠδή γ’.

 

Τῆς θείας χάριτος τό μεγαλεῖον,

Ὡς παροχήν ἠμίν τῆς σωφροσύνης,

Φωναίς εὐχαρίστοις προφθάσωμεν νῦν

Αὐτήν εὐλογοῦντες ὡς προστασίαν.

 

Διά Σου ρυσθέντες ἐκ τῶν κινδύνων,

Χαρᾶς δέ ἀφράστου ἐπιτυχόντες,

Δοτήρ’ ἀγαθήν Σέ εἴδομεν, Κόρη,

Διό εὐγνωμόνως γεραίρομεν Σέ.

 

Χαρᾶς πηγή ἀθανάτου ὡς οὖσα

Βρύεις τά ρεῖθρα χαρᾶς ἰαμάτων,

Σώζεις δέ πάντας παντοίων κινδύνων

Ἁγνή Παρθένε, ἡ ἀγαθοδότις.

ΠΑΡΑΚΛΗΣΙΣ

ΤΗΣ ΣΥΜΨΑΛΛΟΜΕΝ

ΜΕ ΤΟΝ ΑΓΙΟΝ

 

          Μαζί σου, άγιε Νεκτάριε, ψάλλω από την παράκληση στην Παναγία, γιατί την αγαπάς πολύ και πολύ αγαπά την αγία και παρθενική ψυχή σου, και γι αυτό σε άκουγε και σε ακούει πάντα και χαρίζει την παρηγοριά, την ελπίδα και το θαύμα ακόμα.

Μαζί σου, λοιπόν, άγιε μου, σαν το μικρό παιδί, που το βοηθάει η μανούλα του να λέει προσευχούλες. Κι εκείνο τις λέει με όλη την καρδούλα του. Μακάρι έτσι κι εγώ, σαν αθώο παιδί, μαζί σου, άγιε μου.

 

 

Τή Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν ἁμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς, Δέσποινα βοήθησον ἐφ’ ἠμίν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων, μή ἀποστρέψης σούς δούλους κενούς, σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.

Πολλοίς συνεχόμενος πειρασμοίς, πρός σέ καταφεύγω σωτηρίαν ἐπιζητῶν, Ὤ Μῆτερ τοῦ Λόγου καί Παρθένε, τῶν δυσχερῶν καί δεινῶν μέ διάσωσον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.

Παθῶν μέ ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας ἐμπιπλῶσαι μου τήν ψυχήν, εἰρήνευσον, Κόρη, τή γαλήνη τή Υἱοῦ καί Θεοῦ σου, Πανάμωμε.

 

Δόξα Πατρί καί Υἱῶ καί

Ἁγίω Πνεύματι.

 

Σωτήρα τεκοῦσα σέ καί Θεόν, δυσωπῶ, Παρθένε, λυτρωθῆναι μέ τῶν δεινῶν, σοί γάρ νῦν προσφεύγων ἀνατείνω καί τήν ψυχήν καί τήν διάνοιαν.

 

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας…

 

Νοσοῦντα τό σῶμα καί τήν ψυχήν, ἐπισκοπῆς θείας καί προνοίας τῆς παρά σου, ἀξίωσον, μόνη Θεομῆτορ, ὡς ἀγαθή ἀγαθοῦ τέ λοχεύτρια.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.

 

Προστασίαν καί σκέπην ζωῆς ἐμῆς τίθημι, σέ Θεογεννῆτορ Παρθένε, σύ μέ κυβέρνησον πρός τόν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τό στήριγμα, μόνη πανύμνητε.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.

Ἱκετεύω , Παρθένε, τόν ψυχικόν τάραχον καί τῆς ἀθυμίας τήν ζάλην διασκεδᾶσαι μου, σύ γάρ, Θεόνυμφε, τόν ἀρχηγόν τῆς γαλήνης, τόν Χριστόν ἐκύησας, μόνη πανάχραντε.

 

Δόξα Πατρί καί Υἱῶ καί

Ἁγίω Πνεύματι.

 

Εὐργέτην τεκοῦσα, τόν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τόν πλοῦτον πάσιν ἀνάβλυσον, πάντα γάρ δύνασαι, ὡς δυνατόν ἐν ἰσχύι, τόν Χριστόν κυήσασα, Θεομακάριστε.

 

Καί νῦν καί ἀεί καί εἰς στούς αἰώνας…

 

Χαλεπαίς ἀρρωστίαις καί νοσεροίς πάθεσιν ἐξεταζομένη, Παρθένε, σύ μοί βοήθησον, τῶν ἰαμάτων γάρ ἀνελλιπῆ σέ γιγνώσκω θησαυρόν, Πανάμωμε, τόν ἀδαπάνητον.

 

Διάσωσον ἀπό κινδύνων τούς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, ὡς ἄρρητον τεῖχος καί προστασίαν.

 

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Πρεσβεία θερμή καί τεῖχος ἀπροσμάχητον, ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς βοῶμεν σοί, Θεοτόκε Δέσποινα, πρόφθασον καί ἐκ κινδύνων λύτρωσαι ἠμᾶς, ἡ μόνη ταχέως προστατεύουσα.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.

 

Τῶν παθῶν μου τόν ταραχόν, ἡ τόν κυβερνήτην τεκοῦσα Κύριον, καί τόν κλύδωνα κατεύνασον, τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.

Εὐσπλαγνίας τήν ἄβυσσον ἐπικαλουμένω τῆς σῆς παράσχου μοί, ἡ τόν εὔσπλαγχνον κυήσασα καί Σωτήρα πάντων τῶν ὑμνούντων σέ.

 

Δόξα Πατρί καί Υἱῶ καί

Ἁγίω Πνεύματι.

 

Ἀπολαύοντες, Πάναγνε, τῶν σῶν δωρημάτων εὐχαριστήριον ἀναμέλπομεν εὐφύμνιον, οἱ γιγνώσκοντες σέ Θεομήτορα.

 

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας…

 

Οἱ ἐλπίδα καί στήριγμα καί τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σέ, Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.

 

Ἐμπλησον, Ἁγνή, εὐφροσύνης τήν καρδίας μου, τήν σήν ἀκήρατον διδοῦσα χαράν, τῆς εὐφροσύνης ἡ γεννήσασα τόν αἴτιον.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.

 

Λυτρῶσαι ἠμᾶς ἐκ κινδύνων, Θεοτόκε Ἁγνή, ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν καί τήν εἰρήνην τήν πάντα νοῦν ὑπερέχουσαν.

 

Δόξα Πατρί καί Υἱῶ καί

Ἁγίω Πνεύματι.

 

Λύσον τήν ἀχλύν τῶν πταισμάτων μου, Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα τό θεῖον καί προαιώνιον.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας…

Ἰασαι, Ἁγνή, τῶν παθῶν μου τήν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καί τήν ὑγείαν τή πρεβεία σου παράσχου μοί.

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.

Θανάτου καί τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτόν ἐκδεδωκῶς τῷ θανάτῳ τήν τή φθορά καί θανάτω μου φύσιν κατασχεθεῖσαν, Παρθένε, δυσώπησον τόν Κύριόν σου Υἱόν τῆς ἐχθρῶν κακουργίας μέ ρύσασθαι.

 

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.

Προστάτιν σέ τῆς ζωῆς ἐπίσταμαι καί φρουράν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον καί ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καί δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ρυσθῆναι μέ.

 

Δόξα Πατρί καί Υἱῶ καί

Ἁγίω Πνεύματι.

Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα καί ψυχῶν σέ παντελῆ σωτηρίαν καί πλατυσμόν ἐν ταίς θλίψεσι, Κόρη, καί τῷ φωτί σου ἀεί ἀγαλλόμεθα. Ὤ Δέσποινα, καί νῦν ἠμᾶς τῶν παθῶν καί κινδύνων διάσωσον.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας…

Ἐν κλίνῃ νῦν ἀσθενῶν κατάκειμαι καί οὐκ ἔστιν ἴασις τή σαρκί μου, ἀλλά ἡ Θεόν καί Σωτήρα τοῦ κόσμου καί τόν λυτήρα τῶν νόσων κυήσασα, σού δέομαι τῆς ἀγαθῆς. Ἐκ φθορᾶς νοσημάτων ἀνάστησον.

 

Διάσωσον ἀπό κινδύνων τούς δούλους σου, Θεοτόκε, ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.

 

 

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον ὡς ἔχουσα μητρικήν παρρησίαν.

 

Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρός τόν Ποιητήν ἀμετάθετε, μή παρίδης ἁμαρτωλῶν δεήσεων φωνᾶς, ἀλλά πρόφθασον ὡς ἀγαθή εἰς τήν βοήθειαν ἠμῶν τῶν πιστῶς κραυγαζόντων σοί, τάχυνον εἰς πρεσβείαν καί σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε τῶν τιμώντων σέ.

 

Μή καταπιστεύσης μέ ἀνθρωπίνη προστασία Παναγία Δέσποινα, ἀλλά δέξαι δέησιν τοῦ ἰκέτου σου, θλίψις γάρ ἔχει μέ, φέρειν οὐ δύναμαι τῶν δαιμόνων τά τοξεύματα, σκέπην οὐ κέκτημαι οὐδέ πού προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος καί παραμυθίαν οὐκ ἔχων πλήν σου, Δέσποινα τοῦ κόσμου, ἐλπίς καί προστασία τῶν πιστῶν, μή μου παρίδης τήν δέησιν, τό συμφέρον ποίησον.

 

Οὐδείς προστρέχων ἐπί σοῖ κατησχυμένος ἀπό σου ἐκπορεύεται, ἁγνή Παρθένε Θεοτόκε, ἀλλά αἰτεῖσαι τήν χάριν καί λαμβάνει τό δώρημα πρός τό συμφέρον τῆς αἰτήσεως.

 

Μεταβολή τῶν θλιβομένων, ἀπαλλαγῆ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καί λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

 

 

Και τώρα, άγιε μου Νεκτάριε, που κάνεις τόσα θαύματα στις μέρες μας, σε ένα πλήθος ανθρώπων, που σε παρακαλούν, τώρα μ’ όλη μου την ψυχή και την καρδιά θα πώ σε σένα.

ΠΡΟΣΕΥΧΕΣ ΠΟΥ ΦΕΡΝΟΥΝ

ΤΟ ΘΑΥΜΑ

με βοηθό τον πατέρα Γεράσιμο Μικραγιαννανίτη. Λίγες παίρνω απ’ αυτές που έχει στην ΑΚΟΛΟΥΘΙΑ που έγραψε για σένα ο υμνογράφος αυτός της Εκκλησίας μας.

Ξέρω ότι με συμπάθεια και αγάπη ακούς τις προσευχές των Χριστιανών και πως σπεύδεις , σαν άγγελος αγάπης του Θεού που είσαι τώρα, να βοηθήσεις και με θαύμα, με θαύματα ακόμα. Κι αυτό μου δίνει θάρρος. Με κάνει να σε αισθάνομαι μεγάλο πατέρα μου, γιατρό ουράνιο της ψυχής και σώματός μου.

 

Σηλυβρίας τόν γόνον καί Αἰγίνης τόν ἔφορον, τόν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζει γάρ ἰάσεις παντοδαπᾶς, τοίς εὐλαβῶς κραυγάζουσι. Δόξα τῷ σέ δόξαντι Χριστῷ, δόξα τῷ σέ θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διά σου πάσιν ἰάματα.

 

Ὁσίως ἐβίωσας, ὡς Ἱεράρχης σοφός δοξάσας τόν Κύριον, δι’ ἐναρέτου ζωῆς, Νεκτάριε Ὅσιε. Ὅθεν τοῦ Παρακλήτου, δοξασθεῖς τή δυνάμει, δαίμονας ἀπελαύνεις, καί νοσοῦντας ἰᾶσαι, τούς πίστει προσιόντας, τοίς θείοις λειψάνοις σου.

 

Ὡς ἥλιος λαμπρός, ἐν ἐσχάτοις τοίς χρόνοις, ἀνέτειλας ἠμίν, τή ὁσία ζωή σου, Νεκτάριε Ὅσιε, καί πρός δόξαν καί αἴνεσιν, πάντας ἤγειρας, Χριστοῦ τοῦ πάντων Δεσπότου, τοῦ σέ δείκαντος δεδοξασμένον σέ Πάτερ, θαυμάτων δυνάμεσι.

 

Ἰάσεις δαψιλεῖς, καθ’ ἑκάστην ἡμέραν, πηγάζει θαυμαστῶς, θεϊκή χορηγία, ἡ πάντιμος κάρα σου, μυστικῶς κατευφραίνουσα, τή τοῦ Πνεύματος, μυρεψικῆ εὐωδία, τούς προστρέχοντας, μετ’ εὐλαβείας καί πόθου, τή σῆ Μονή Ἅγιε.

 

Τήν καθαρότητα, τῆς πολιτείας σου, καί τήν εὐθύτητα, Πάτερ τῶν τρόπων σου, ὡς προσφοράν πνευματικήν , δεξάμενος ὁ Δεσπότης, ἰαμάτων κρήνην σέ, ἐν Αἰγίνῃ ἀνέδειξε, τοίς πιστῶς προστρέχουσι, τοίς ἁγίοις λειψάνοις σου, τοίς νέμουσιν ὀσμήν οὐρανίαν, πάσι καί θείαν εὐωδίαν.

Καταπλήττει ἀληθῶς, τᾶς διανοίας τῶν πιστῶν, ἡ δοθεῖσα σοί σοφέ, θαυμάτων χάρις ἐκ Θεοῦ, ἡ ἐν τοίς θείοις λειψάνοις σου ἐνεργουμένη. Ὅθεν τή Μονή τή σή συρρέουσι , πλήθη εὐσεβῶν, ἐκ πάσης τάξεως, καί οἱ νοσοῦντες ὑγείαν λαμβάνουσι, τή ἀντιλήψει σου Ἅγιε, ἐν εὐφροσύνῃ, Χριστόν ὑμνοῦντες, τόν ἁγιάσαντα σέ Ὅσιε.

 

Ἰαμάτων σέ πηγήν, Πάτερ, ἀνέδειξε, Χριστός δοξάσας σέ, ὁ ὑπό σου δοξασθεῖς, ἐντεύεθν οἱ πάσχοντες, ποικίλοις πάθεσι, καταφεύγουσι, τή θήκη τῶν λειψάνων σου, καί εὐρίσκουσιν ὑγείαν.

 

Γνωρίσαι ὁ Κύριος θελήσας τοίς ἐν γῇ ἤν δέδωκε δόξαν σοί, σοφέ ἐν οὐρανοίς, πηγήν ἰαμάτων καί θαυμάτων πολλῶν, ἔδειξε παμμάκαρ, τά θεία λείψανά σου.

 

Ἐκ γῆς ἀνεφάνησαν, ὡς κρίνα τοῦ ἀγροῦ, εὐθύς ὡς ἠνοίγη σου, ὁ τάφος ὁ σέπτος , Νεκτάριε Πάτερ, τά σεπτά σου ὀστά, ἐκπέμποντα πάσιν, ὀσμήν ἀθανασίας.

 

Ἡ τῶν λειψάων σου θήκη Πάτερ Νεκτάριε, ὡς ἄλλη καθορᾶται, Σιλωάμ κολυμβήθρα, νοσήματα γάρ παύει τά χαλεπά, καί ὑγείαν καί λύτρωσιν, τοίς πρός αὐτήν προσιούσι νέμει ἀεί, ἐνεργεία τή τοῦ Πνεύματος.

 

Ὑπέρ ὀσμήν ἀγροῦ πλήρους κατά τήν θείαν φωνήν, ἡ εὐωδία πέλει, τῶν σεπτῶν σου λειψάνων, Νεκτάριε τρισμάκαρ τῶν εὐσεβῶν τᾶς αἰσθήσεις εὐφράνουσα, ὅθεν ἡ Αἴγινα βλέπουσα τήν ἐν σοῖ, θείαν χάριν μακαρίζει σέ.

 

Ὅσιε Πάτερ, μελέτην θείου νόμου, τόν βίον ποιούμενος, τῶν πάλαι Ἁγίων, τήν ζωήν ἐχαρακτήρισας, τό γάρ φρόνημα τῆς σαρκός, ὑποτάξας τῷ πνεύματι, χρηστότητα ἐποίησας, καί ὁσιότητα ἠμφιάσω, ὡς Ἱεράρχης θεόσοφος, καί τῆς ἀρετῆς ἀληθής ἐργάτης, ὅθεν λαμπρῶς παρά Θεοῦ ἐδοξάσθης, καί ἰαμάτων κρήνη, ἡ τῶν λειψάνων σου σορός ἐδείχθη, τή τοῦ Παρακλήτου ἐπισκίασει. Ἀλλά ὤ Νεκτάριε μακάριε, ράνον ἐν ταίς χάριτος, καί πρέσβευε τῷ Κυρίῳ, δοθῆναι ἠμίν τό μέγα ἔλεος.

 

Τῷ Ἱεράρχῃ τοῦ Χριστοῦ Νεκταρίω, τῷ δοξασθέντι δωρεαίς οὐρανίαις, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς, Ἅγιε Νεκτάριε, Ὀρθοδόξων προστάτα, πάσης ἠμᾶς λύτρωσαι, συμφορᾶς καί ἀνάγκης, καί πειρασμῶν καί νόσων χαλεπῶν, τούς καταφεύγοντας, Πάτερ, τή σκέπη σου.

 

Ὡς εἰληφῶς παρά Θεοῦ ἐξουσίαν, τοῦ θεραπεύειν τᾶς δεινάς καχεξίας, τῶν προσιόντων, Πάτερ τοίς λειψάνοις σου, ἴασαι δεόμεθα, τούς δεινῶς θλιβομένους, νόσοις καί παθήμασι, καί πικραίς ἀλγηδόσι, καί ἐν εἰρήνῃ φύλαττε ἠμᾶς, ταίς σαίς πρεσβείαις, Νεκτάριε Ὅσιε.

 

Πληγεῖς τή κακία τοῦ δυσμενοῦς, τή σῆ ἀντιλήψει, καταφεύγω ἀναβοῶν. Εἰρήνευσον Πάτερ τήν ζωήν μου, καί τήν κατ’ ἄμφω ὑγείαν μοί δώρησαι.

 

Ἁγίως ἀνύσας σου τήν ζωήν, ἀεί ἁγιάζεις, καί λυτροῦσαι παντός κακοῦ, Νεκτάριε Πάτερ θεοφόρε, τούς προσιόντας τοίς θείοις λειψάνοις σου.

 

Θαυμάτων δυνάμεις ὡς ἐνεργῶν, θεράπευσον Πάτερ, ἀσθενείας ὀδυνηρᾶς, τῶν τήν σήν βοήθειαν ζητούντων, θαυματουργέ Ἱεράρχα Νεκτάριε.

 

Νοσημάτων παντοίων, καί χαλεπῶν θλίψεωνμ καί ἐπηρειῶν ὀλεθρίων, καί ἐπιθέσεσων, τοῦ ἀρχεκάκου ἐχθροῦ, ὡς συμπαθής Ἱεράρχης, ἀσινεῖς διάσωζέ τους σέ γεραίροντας.

 

Νέκταρ ἄϋλον θεῖον, τῆς θείας χάριτος, ἡ παρά Θεοῦ ἐκομίσω βλύζει ἑκάστοτε, ἡ θεία κάρα σου, καί τῶν παθῶν τήν πικρίαν, ἀπελαύνει Ἅγιε, ἐκ τῶν ψυχῶν ἠμῶν.

 

Ἐν ὀδύναις καί πόνοις, καί θλιβεραίς μάστιξι, Πάτερ τήν ζωήν μου ἀνύων, πρός σέ κατέφυγον, μή οὔν παρίδης μέ, ἀλλά τή σή ἐπισκέψει, ἐκ τῶν συνεχόντων μέ, δεινῶν ἁπάλλαξον.

 

Διάσωσον ἐκ πάσης βλάβης καί θλίψεως, Ἱεράρχα, τούς ἐν πίστει τή σή πρεβεία προστρέχοντας, καί σέ τιμώντας, Νεκτάριε θεοφόρε.

 

Πηγή δαψιλής, ἰάσεων ἐν Πνεύματι, ἐδείχθη σοφέ, ἡ θήκη τῶν λειψάνων σου, ἰᾶται γάρ τούς πάσχοντας, καί ὑγείαν καί ρώσιν χαρίζεται, τοίς προσιούσιν ἐν πίστει θερμή Νεκτάριε Πάτερ ἱερώτατε.

 

Ἀσθενεῖς τους προστρέχοντας, Πάτερ πανταχόθεν τή θεία Μ΄ναδρά σου, θεραπείας καταξίωσον, καί τήν λύπην τούτων διασκέδασον.

 

Ρώσιν δίδου καί ἴασιν, τήν κατά ψυχήν καί σῶμα Νεκτάριε, καί πταισμάτων ἀπολύτρωσιν, τοίς εἰλικρινῶς σέ μακαρίζουσι.

 

Ἤρεμον ζωήν, διανύειν καί ἀτάραχον, ἀπό πάσης του ἐχθροῦ ἐπιβουλῆς, καταξίωσον ἠμᾶς Πάτερ Νεκτάριε.

 

Σωμάτων, καί τῶν ψυχῶν τᾶς ὀδύνας, ἐπικούφισον Νεκτάριε Πάτερ, τῶν πρός τήν σήν ἀφορώντων πρέσβειαν καί τᾶς καρδίας ἠμῶν χαρᾶς πλήρωσον, καί ἀθυμίας χαλεπῆς, ἐξ ἠμῶν τήν ὁμίχλην διάλυσον.

 

Ρυσθῆναι, πειρατηρίων παντοίων, καί σκανδάλων τοῦ ἐχθροῦ ὀλεθρίων, καί ἀναγκῶν καί στενώσεων πλείστων, τόν Πανοικτίρμονα Λόγον ἱκέτευε, Νεκτάριε θαυματουργέ, τούς προστρέχοντας πίστει τή σκέπη σου.

 

Ὑψόθεν, ὡς συμπαθής ἐποπτεύων, καί ἀπαύστως προστατεύων μή παύση, τῆς Ἱερᾶς σου Μονῆς θεοφόρε, τῆς κεκτημένης ὡς μέγα θησαύρισμα, Νεκτάριε θαυματουργέ, τήν σορόν τῶν ἁγίων λειψάνων σου.

 

Διάσωσον ἐκ πάσης βλάβης καί θλίψεως Ἱεράρχα, τούς ἐν πίστει τή σή πρεσβεία προστρέχοντας, καί σέ τιμώντας Νεκτάριε θεοφόρε.

 

Πεπτωκότων ἐπανόρθωσις γέγονας, καί τῶν κλονουμέων Νεκτάριε στήριγμα, ἐν ὑστέροις τοίς καιροίς παρά Κυρίου δοξασθεῖς, ἀλλά πάντοτε καί ἠμᾶς, τῶν ἐν τῷ βίῳ πειρασμῶν, ἀνωτέρους διάσωζε, ἄφεσιν τῶν πταισμάτων, καί ρώσιν καί σωτηρίαν, αἰτούμενος παρά Θεοῦ, Ἱεράρχα ταίς ψυχαίς ἠμῶν.

 

Νέον ἄστρον πέφηνας, τή τοῦ Χριστοῦ Ἐκκλησία, ἐν ἐσχάτοις ἔτεσι, βίου καθαρότητι λάμψας Ὅσιε, νοηταίς λάμψεσι, τῶν ἐν σοῖ χαρίτων, καταυγάζων τᾶς ψυχᾶς ἠμῶν, καί τῶν ἰάσεων, ταίς μαρμαρυγαίς λύων πάντοτε, δαιμόνων τήν σκοτόμαιναν, καί ἐρρωστημάτων τήν ζόφωσιν, ὅθεν σοί βοῶμεν. Μή παύση ἐκλυτρούμενος ἠμᾶς ἐπηρειῶν τοῦ ἀλάστορος, καί παντοίων θλίψεων.

 

Ἀλγηδόνων οἰκίλων, πειρασμῶν καί κινδύνων καί περιστάσεων, κιαι φθόνου καί κακίας, ἀνθρώπων κακοτρόπων, ἀσινεῖς διαφύλαττε, τούς σέ τιμώντας ἀεί Νεκτάριε παμμάκαρ.

 

Ἰατρεύων ἀπαύστως, χαλεπᾶς ἀσθενείας Πάτερ Νεκτάριε, τῶν πίστει προσιόντων, τοίς θείοις σου λειψάνοις, ἀρωγός ἐτοιμότατος, ἐν τοίς ἐσχάτοις καιροίς, τῶν εὐσεβούντων ὤφθης.

 

Γέρας ἔνθεον ὤφθης, καί διάδημα νεόν Πάτερ Νεκτάριε, τή νήσω τῆς Αἰγίνης, ἤτις ἀεί προστρέχει τή πρεσβεῖα σου Ἅγιε, καί τῆς εὐνοίας τῆς σῆς, τρυγᾶ τᾶς ἀντιλήψεις.

 

Ροῦν τῆς κακίας, τόν κατακλύζοντα Πάτερ, τῆς καρδίας μου τούς αὔλακας εἰς τό τέλος, ξήρανον δυνάμει, τῶν θείων πρεσβείων σου.

 

Ἀσθενειῶν σέ, θεραπευτήν ἐγνωκότες, καταφεύγομεν τή Κάρα σου τή θεία, ἴνα λυτρωθῶμεν, μαστίγων ἐπωδύνων.

 

Μανίας ἠμᾶς ρύσαι, ἐχθροῦ του ἀοράτου, καί τῶν ἐν βίῳ δεινῶν περιστάσεων, τούς καταφεύγοντας Πάτερ ὑπό τήν σκέπην σου.

 

Ὁ δύνης ψυχικῆς μέ, καί τῶν ἀλγημάτων, τῶν ἐν τῷ σώματι Πάτερ ἁπάλλαξον, τή ἐκ Θεοῦ σοί δοθείση πλουσία χάριτι.

 

Χαίροις τεθλιμμένων ὁ ἀρωγός, καί τῶν δαιμονιώτων ὁ ταχύτατος ἰατρός, χαίροις  ὁ τά πάθη, καί νόσους θεραπεύων τῶν προσιόντων Πάτερ, ἐν τοίς λειψάνοις σου.

 

Χαίροις τῆς Αἰγίνης ὁ θησαυρός, καί τῷ ν Ὀρθοδόξων, ἀντιλήπτωρ καί βοηθός, χαίροις τῆς Ἑλλάδος ἀγλάισμα τό νέον, Νεκτάριε παμμάκαρ, ἠμῶν τό στήριγμα.

 

Σηλυβρίας τόν γόνον καί Αἰγίνης τόν ἔφορον, τόν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ, ἀναβλύζει γάρ ἰάσεις παντοδαπᾶς, τοίς εὐλαβῶς καραυγάζουσι, δόξα τῷ σέ δοξάντιο Χριστῷ, δόξα τῷ σέ θαυμαστώσαντι, δόξα τῷ ἐνεργούντι διά σου, πάσι ἰάματα.

 

 

 

Μαζί με τους Χαιρετισμούς της Παναγίας, που τόσες φορές έψαλλες, άγιε μου, με την γλυκύτατη φωνή σου και την ολόθερμη ψυχή σου, θα ψάλλω και τους δικούς σου Χαιρετισμούς που με τόση επιτυχία έγραψε ο άγιος υμνογράφος της Εκκλησίας Γεράσιμος Μοναχός Μικραγιαννανίτης σε μια γαλήνια και φωτεινή ακροτοπία στο Περιβόλι της Παναγίας, το Άγιο όρος.

 

Κοντάκιον.

Ήχος πλ. δ’. Τη Υπερμάχω.

Ο ορθοδοξίας τον αστέρα τον νεόφωτον και Εκκλησίας το νεόδμητον προτείχισμα ανυμνήσωμεν καρδίας εν ευφροσύνη. Δοξασθείς γάρ ενεργεία του Πνεύματος αναβλύζει ιαμάτων χάριν άφθονον τοις κραυγάζουσι, χαίροις Πάτερ Νεκτάριε.

 

 

 

Ανθρωπος ουρανόφρων, ανεδείχθης εν κόσμω, Νεκτάριε Χριστού Ιεράρχα, (εκ γ’) ζωήν γάρ οσίαν διελθών, ακέραιος όσιος και θεόληπτος, εν πάσιν εχρημάτισας, εντεύθεν παρ’ ημών ακούεις.

 

Χαῖρε δι’ οὐ οἱ πιστοί ὑψοῦνται,

Χαῖρε δι’ οὐ οἱ ἐχθροί θαμβοῦνται.

Χαῖρε τῆς σοφίας κρατήρ ὁ χρυσότευκος,

Χαῖρε τῆς κακίας πρηστήρ ὁ νεότευκος.

Χαῖρε οἶκος ἁγιώτατος ἐνεργείας θεϊκῆς,

Χαῖρε βίβλος θεοτύπωπος πολιτείας τῆς καινῆς.

 

Χαῖρε ὅτι ἀρτίως ἠμιλλήθης Ἁγίοις,

Χαῖρε ὅτι ἐμφρόνως ἐχρίσθης τῆς ὕλης.

Χαῖρε λαμπρόν της πίστως τρόπαιον,

Χαῖρε σεπτόν της χάριτος ὄργανον.

Χαῖρε δι’ οὐ Ἐκκλησία χορεύει,

Χαῖρε δι’ οὐ νῆσος Αἴγινα χαίρει.

Χαίροις Πάτερ Νεκτάριε.

 

Βλέμματι διανοίας, ἔτι ὧν νεναίας, κάτ΄βπτευσας τήν θείαν ἀκτίνα, ὑφ’ ἤς καταλαμφθεῖς τήν ψυχήν, τῷ φωτί τῶν θείων ἐντολῶν Ὅσιε, ἠρετίσω πορεύεσθαι, ἐκ νεότητος Χριστῷ ψάλλων,

Ἀλληλουϊα.

 

Γέγονας ἐν τή πόλει, Κωνσταντίνου θεόφρων, τῷ θείῳ ἰθυνόμενος φόβω ἐν ᾑ τά κρείττονα μελετῶν, φρονήσεως θείας ἔμπλεως πέφηνας, εὐφραίνων ἐν τοίς λόγοις σου, τούς ἐκβοώντας σοί ταῦτα,

 

Χαῖρε τό κλῆμα τῆς ἀφθαρσίας,

Χαῖρε τό νέκταρ τῆς ἀμβροσίας.

Χαῖρε τοῦ Σωτῆρος θεράπων θεόληπτε,

Χαῖρε τῶν Πατέρων τῶν πάλαι ὁμότροπε.

Χαῖρε πέτρα νεοσμίλευτος νοητῆς οἰκοδομῆς,

Χαῖρε στέφος τό νεόπλοκον Ἐκκλησίας τῆς σεπτῆς.

Χαῖρε ὅτι ἐφάνης ὡς νεόδρεπτον ρόδον,

Χαῖρε ὅτι ἐδείχθης ὡς θεόδεκτον δῶρον.

Χαῖρε ἀστήρ ὁ νέος της πίστεως.

Χαῖρε λαμπτήρ τῆς δόξης τοῦ Κτίσαντος.

Χαῖρε ἠθῶν οὐρανίων ταμείων,

Χαῖρε σεπτῶν ἀρετῶν ἐκμαγεῖον.

Χαίροις Πάτερ Νεκτάριε.

 

Ζήλω θείω θεόφρον , τῶν Ὁσίων Πατέρων, ποθήσας τόν ἰσάγγελον βίον, ἐν Χίῳ ἠμφιάσω σεπτῶς, τῶν μοναχῶν τό σχῆμα τό οὐράνιον, καί τόν ἐχθρόν ἐγύμνωσας ἐν τῷ ψάλλειν ἀεί Κυρίω,

Ἀλληλούια.

 

 

 

Ἤκουσε προσευχῆς σου, ὁ Δεσπότης ἐξ ὕψους, βοήσαντος αὐτῶ ἐκ καρδίας, καί ἐπέταξε τή θαλάσση, καί ἔστη εἰς αὔραν ὁ κλυδων Ὅσιε, θαυμάσαντες δέ ἅπαντες οἱ σωθέντες πιστῶς ἐβόων

 

Χαῖρε Θεοῦ ὁ θεῖος θεράπων,

Χαῖρε πηγή ποικίλων θαυμάτων.

Χαῖρε Ἐκκλησίας φωστήρ ὁ νεόφωτος,

Χαῖρε τῶν Ἁγίων ἁπάντων ἰσότιμος.

Χαῖρε σκεῦος πολυτίμητον οὐρανίων δωρεῶν,

Χαῖρε κῆπος ὁ νεόβλαστος μακαρίων ἀρετῶν.

Χαῖρε ὅτι θαλάσσης κατευνάζεις τόν σάλον,

Χαῖρε ὅτι τῷ λόγῳ ἀπελέγχεις πᾶν φαῦλον.

Χαῖρε Χριστοῦ τό νέον ἐκλόγιον,

Χαῖρε ἠθῶν ὁσίων γεώργιον.

Χαῖρε ζωῆς θιασώτης ὁσίας,

Χαῖρε χαρᾶς βραβευτῆς οὐρανῖας.

Χαίροις Πάτερ Νεκτάριε.

 

Θαυμαστός ἀνεδείχθης, ἐν ἐσχάταις ἡμέραις, ἐν βίῳ Ἱεράρχα ἁγίω, τῶν πάλαι Ἁγίων τήν ζωήν, χαρακτηρίσας ἐμφανῶς τοίς τρόποις σου, καί δοξασθεῖς τοίς θαύμασι, κινδύνων σώζεις τούς βοώντας.

Ἀλληλούια

 

Ἱεράρχης θεόφρων, ἐκλογή θεοκρίτω, ἐδείχθης ἀληθῶς ἐν Αἰγύπτῳ, καί τῆς Πενταπόλεως ποιμήν, κατά Παῦλον τόν μέγαν ὤφθης ἔνθεος, διο τήν πολιτείαν σου, ἐθαύμαζον πιστοί βοῶντες

 

Χαῖρε ὁ ἔνθους τή πολιτεία,

Χαῖρε  ὁ τύπος τή εὐσεβεία.

Χαῖρε τῶν Ὁσίων Πατέρων ἐγάμιλλος,

Χαῖρε ἱερέων ὁ νέος διάκοσμος.

Χαῖρε σκήνωμα πραότητος καί ἀγάπης θησαυρός,

Χαῖρε δότης ἰλαρώτατος καί ἐλέους χορηγός.

Χαῖρε ὅτι ἐφάνης Ἐκκλησίας λαμπρότης,

Χαῖρε ὅτι τυγχάνεις εὐσεβούντων φαιδρότης.

Χαῖρε εἰκών ἀρίστης βιώσεως,

Χαῖρε τυχῶν σαφῶς τῆς θεώσεως.

Χαῖρε κανῶν τῆς ἀρχιερωσύνης,

Χαῖρε λαμπτήρ τῆς θεορρημοσύνης.

Χαίροις Πάτερ Νεκτάριε.

 

Κόσμος τῆς ἐν Αἰγύπτῳ, Ἐκκλησίας ὠράθης, ὡς τοῦ Εὐαγγελίου ἐργάτης, ἐντεῦθεν τῶν πιστῶν οἱ χοροί ὑφηγητήν σέ θεῖον Πάτερ κτησάμενοι, τά κρείττω ἐπαιδεύοντο, βοῶντες σύν σοῖ τῷ Κυρίῳ

Ἀλληλούϊα.

 

Λάμψας ἐν τή Ἑλλάδι, ὡς Ἀπόστολος ἄλλος λαμπρύνεις εὐσεβῶν τρᾶς καρδίας, τῷ φέγγει τῶν θείων διδαχῶν, καί ταίς ἀκτίσι τοῦ βίου τοῦ Ὅσιε, διο τή σή λαμπρότητι, φωτογούμενοι βοῶμεν,

 

Χαῖρε τό ἄστρον τῆς Ἐκκλησίας,

Χαῖρε ἡ σάλπιγξ τῆς ἀληθείας.

Χαῖρε Ἀποστόλων τόν ζῆλον κτησάμενος,

Χαῖρε ἰαμάτων τήν χάριν δεξάμενος.

Χαῖρε ρήτωρ ἐνθεώτατος τῶν ρημάτων τῆς ζωῆς,

Χαῖρε λόγου τοῦ τῆς χάριτος ὁ σοφός ὑφηγητής.

Χαῖρε ὅτι καθαίρεις ψυχικᾶς διαθέσεις,

Χαῖρε ὅτι ρυθμίζεις καρδιῶν τᾶς ἐφέσεις.

Χαῖρε πιστῶν ὁ μέγας διδάσκαλος,

Χαῖρε Χριστοῦ ὁ μύστης ὁ ἄριστος.

Χαῖρε πολλούς πειρασμούς ὑπομείνας,

Χαῖρε ψυχᾶς πρός Θεόν ὁδηγήσας.

Χαῖρε ψυχᾶς πρός Θεόν ὁδηγήσας.

Χαίροις Πάτερ Νεκτάριε.

Μέγας ἐν Ἱεράρχαις, καί σοφοίς διδασκάλοις, ὡς μύστης ταπεινώσεως ὤφθης, διόπερ ὡς κλῆρον πατρικόν, τᾶς σας θεογράφους δέλτους κατέλιπες, τή Ἐκκλησία Ἅγιε, ἐν αἴς πιστῶς ἐντρυφῶντες, τῷ σέ δοξάσαντι βοῶμεν.

 

          Ἀλληλούϊα.

 

Νέκταρ δικαιοσύνης, καί ζωῆς θείας δρόσον, τή θεία ἐπομβρία θεόφρον οἰά νεφέλη πνευματική, ἐν αὐχμώδει καιρῶ ἠμίν ἐπώμβρησας, εὐφραίνων τᾶς ψυχᾶς ἠμῶν, καί διεγείρων τοῦ βοάν σοί.

 

Χαῖρε ἡ δρόσος τῆς θυμηδίας,

Χαῖρε ἡ αὔρα τῆς ἀφθαρσίας.

Χαῖρε ὁ πηγάσας τό ὕδωρ τῆς χάριτος,

Χαῖρε ὁ ἐμφράξας τό στόμα τοῦ δράκοντος.

Χαῖρε ἔαρ ἁγιότητος ἐνχειμώνι νοητῶ,

Χαῖρε σέλας νεοφώτιστον ἐν σκότει τῷ δεινῷ.

Χαῖρε ὅτι συγχέεις ἀσεβῶν τᾶς ἐννοίας,

Χαῖρε ὅτι εὐφραίνεις εὐσεβῶν τᾶς καρδίας.

Χαῖρε λάων Ὀρθοδόξων στήριγμα,

Χαῖρε πολλῶν κακοδόξων σύντριμμα.

Χαῖρε χορῶν κενολόγων ἡ πτῶσις,

Χαῖρε πολλῶν ἀσθενούντων ἡ ρώσις.

Χαίροις Πάτερ Νεκτάριε.

 

Ξένε θαύματα Πάτερ, ἡ σή θήκη πηγάζει,

Καί σςώζει τούς ἐν πόνοις τελοῦντας, διό

Τή σή ἁγία Μονή, πανταχόθεν συρρέουσιν

Ἄνθρωποι, καί ὄασιν καί λύτρωσιν, κομίζονται

Πάρα σου βοῶντες,

Ἀλληλούϊα.

Ὅρμον ἄκλυστον Πάτερ, ἐν τή νήσω Αἴγινης,

Ἀνέδειξας τήν θείαν Μονήν σου,

Καί ἕν ταύτη σεπτῶν μοναστριῶν, κυβερνήτης

Σοφός ἐχρημάτισας, Χριστῷ γάρ ταύτας

Ὅσιε, σοφῶς ὠδηγήσας βοώσας.

 

Χαῖρε ὁ νοῦς ἀσκήσεως θείας,

Χαῖρε ἀδάμας τῆς καρτερίας.

Χαῖρε ταπεινώσεως ἔμψυχον ἄγαλμα,

Χαῖρε καθαρότητος θεῖον θησαύρισμα.

Χαῖρε ἀπαθείας ἔσοπτρον καί ἁγνείας λαμπηδών,

Χαῖρε ἐγκρατείας τέμενος καί ταμεῖον ἀρετῶν.

Χαῖρε ὅτι διέπεις ἐν Θεῷ τήν Μονήν σου,

Χαῖρε ὅτι παρέχεις πάσι τήν ἀρωγήν σου.

Χαῖρε λαμπρός της Αἰγίνης ἔφορος,

Χαῖρε πιστῶν ἀντιλήπτωρ ἕτοιμος.

Χαῖρε πολλούς ἐκ κινδύνων ἁρπάσας,

Χαῖρε ἐχθροῦ τήν ὀφρύν κατασπάσας.

Χαίροις Πάτερ Νεκτάριε.

 

Πλήρης χάριτος θεία, τά σεπτά σου

Ὀστέα, πλουσία δωρεά οὐρανία, ἰαμάτων

Ἐσαεί πολλῶν, καί νοσημάτων τόν ρύπον

Ἐκπλύνουσι, διό σου ἐκπληττόμενοι, ἤν

Εὖρες δόξαν ἐκβοῶμεν,

 

Χαῖρε τό ρεῖθρον τῶν ἰαμάτων,

Χαῖρε ἡ λύσις τῶν νοσημάτων.

Χαῖρε πανταχοῦ ὁ προφθάνων καλούμενος,

Χαῖρε ὁ καί ὄναρ καί ὕπαρ φαινόμενος.

Χαῖρε βρύσις ἡ πολύρρυτος συμπαθείας πατρικῆς,

Χαῖρε βότρυς ὁ γλυκύτατος εὐφροσύνης ψυχικῆς.

Χαῖρε ὅτι καρκίνου χαλεπόν παύεις πάθος,

Χαῖρε ὅτι δαιμόνων καταλύεις τό θράσος.

Χαῖρε σοφῶν ματαίων ἡ σύγχυσις,

Χαῖρε πιστῶν ἡ ἄρρηκτος σύναψις.

Χαῖρε δι’ οὗ Ἱεράρχαι κοσμοῦνται,

Χαῖρε δί΄οὐ μωρολόγοι τροπούντια.

Χαίροις Πάτερ Νεκτάριε.

 

Σκέπην σέ καί προστάτην, πᾶς πιστός

Ὀνομάζει, τυχῶν τῆς παρά σου βοή-

Θείας, τίς γάρ καλέσας σέ εὐλαβῶς, καί οὐκ

Ἔτυχε τῆς σῆς Πάτερ χάριτος; Ἄπασι γάρ τάχιστα

Τᾶς αἰτήσεις δίδως ἐν τῷ κράζειν,

Ἀλληλούϊα.

Τῶν πολλῶν σου θαυμάτων, εἰς τήν συμπάσαν

Κτίσιν, ἐξῆλθε θεοφόρε ὁ φθόγγος σύ γάρ τοίς ἐγγύς καί τοίς μακράν, τάχος ἐπιφαίνη βοηθῶν Ἅγιε, καί σώζεις

Κινδυνεύοντας, καί προΐστασαι τῶν βοώντων.

 

Χαῖρε ὁ μέγας ἐν θαυμασίοις,

Χαῖρε ὁ ἔνδοξος ἐν Ἁγίοις.

Χαῖρε ὁ ἀρτίως κυρώσας τά πρόπαλαι,

Χαῖρε τῶν ἀρχαίων Πατέρων ὁμόστεφε.

Χαῖρε θρίαμβος τῆς πίστεως, ἔπαλξις τῶν ἀσεβῶν.

Χαῖρε ὅτι ἐμφαίνεις ἀληθείας τήν δόξαν,

Χαῖρε ὅτι ἐμφράττεις ἀνομίας τό στόμα.

Χαῖρε χαρά πιστῶν καί κραταίωμα,

Χαῖρε ψυχῶν κλονουμένων ἔδρασμα.

Χαῖρε δι’ οὗ Χριστός ἐδοξάσθη,

Χαῖρε δι’ οὗ Σατᾶν κατησχύνθη.

Χαίροις Πάτερ Νεκτάριε.

 

Ὕμνον εὐχαριστίας, σοί προσάδομεν Πάτερ,

Σωζόμενοι ταίς σαίς προστασίαις,

Ἐν πάσῃ γάρ ἀνάγκη ἠμᾶς, ἐπερχομένων

Ἁπαλλάττεις θλίψεων, διο τήν σήν ἀντίληψιν,

Κηρύττομεν Χριστῷ βοῶντες,

Ἀλληλούϊα.

          Φλέγεις τήν τῶν δαιμόνων, φρυγανώδη

Μανίαν, πυρί τῶν ἱερῶν θαυμάτων, καί

Ταχύ βοηθῶν τοίς πιστοίς, χαλεπῶν νόσων

Σβεννύεις τόν καύσωνα, ἰώμενος τούς πάσχοντας

Βοώντας σοί ἐν κατανύξει,

 

Χαῖρε ἡ ρώσις τῶν ἀσθενούντων,

Χαῖρε ἡ λύσις τῶν δαιμονώντων.

Χαῖρε πυρεσσόντων τελεία ἁπάλλξις,

Χαῖρε παρειμένων ταχεία ἀνόρθωσις.

Χαῖρε ὅτι ἐν τῷ φρέατι ὕδωρ βρύεις δαψιλές,

Χαῖρε ὅτι ἐπευλόγησας Αἴγιναν ταίς σαίς εὐχαίς.

Χαῖρε ὁ διανοίξας τήν Θεοῦ εὐσπλαγχνίαν,

Χαῖρε ὁ διαλύσας τήν δεινήν ἀνομβρίαν.

Χαῖρε πηγή πηγάζουσα χάριτας,

Χαῖρε λαμπάς φωτίζουσα ἅπαντας.

Χαῖρε Μονῆς τῆς σεπτῆς σου κοσμήτωρ,

Χαῖρε τῶν σῶν ὑμνητῶν ἀντιλήπτωρ,

Χαίροις Πάτερ Νεκτάριε.

 

Ὤ θεσπέσιε Πάτερ, Ὀρθοδόξων λαμπρότης, Νεκτάριε Χριστοῦ

Ἱεράρχα, (ἐκ γ’) τῷ θρόνῳ τοῦ Κυρίου παρεστῶς, αἴτει

Ἠμίν τήν τῶν πταισμάτων ἄφεσιν, καί τήν θείαν οἰκείωσιν, ὡς ἄν τῷ Σωτήρι βοῶμεν,

 

Ἀλληλούϊα.

 

 

Καί αὔθις τό Κοντάκιον.

Ἦχος πλ. Δ΄. Τή Ὑπερμάχω.

Ὀρθοδοξίας τόν ἀστέρα τόν νεόφωτον

Καί Ἐκκλησίας τό νεόδμητον προτείχισμα

Ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνῃ.

Δοξασθεῖς γάρ ἐνεργεία τοῦ Πνεύματος

Ἀναβλύζει ἰαμάτων χάριν ἄφθονον τοίς

Κραυγάζουσι, χαίροις Πάτερ Νεκτάριε.

 

Πηγή υλικού

Χαράς Α. Αγγέλου «Προσευχές που φέρνουν το θαύμα»,Τρίτη Έκδοση, Έκδοσις Ιεράς Γυναικείας Κοινοβιακής Μονής, «Ο Άγιος Θεοδόσιος Ο Κοινοβιάρχης» σελ. 5-121

 

Επιλογή υλικού

Αικατερίνη Διαμαντοπούλου

Υπεύθυνη υλικού των Ιστοχώρων του Πατριαρχείου Ιεροσολύμων



Print-icon 




Πνευματικά δικαιώματα 2009-2013 © «Ρωμηοσύνη»
Επιτρέπεται η αναπαραγωγή του υλικού του ιστοχώρου με προϋπόθεση την αναφορά στην πηγή: «Ρωμηοσύνη» www.romiosini.org.gr

:: Πατριαρχείο Ιεροσολύμων :: Ειδήσεις εκ του Πατριαρχείου Ἱεροσολύμων :: Σχετικά :: Τελευταία νέα :: Τρέχοντα Προγράμματα :: Ιστορικό Αρχείο της Μ.Κ.Ο. "Ρωμηοσύνη" ::


Login-iconLogin  ForgottenPassword-iconΥπενθύμιση κωδικού 

Αυτή τη στιγμή διαβάζουν την ιστοσελίδα μας 92 επισκέπτες.