Δευτέρα, 17 Δεκ, 2018
Δανιήλ προφήτου, Διονυσίου Ζακύνθου.

Η Παναγία Πορταΐτισσα του Αγίου Όρους

Οι Χαιρετισμοί της Θεοτόκου


Ἡ Μήτηρ τοῦ Κυρίου ἐμφανισθεῖσα πολλάκις εἰς πολλούς Ἁγίους εἶπεν.

Ἐπειδή μου ἀρέσουν ὑπερβαλλόντως οἱ ὡραῖοι Ὕμνοι τῶν 24 Οἴκων, θά ἀγαπῶ, θά προστατεύω, θά σκέπω, καί θά φυλάττω ἀπό πᾶν κακόν πάνα Χριστιανόν, ὅστις θά μέ χαιρετίζη ἅπαξ τῆς ἡμέρας μέ τούς ὕμνους τούτους, καί θά ζῆ κατά τόν νόμο τοῦ Θεοῦ.

Κατά δέ τήν τελευταίαν ἡμέραν τῆς ζωῆς αὐτοῦ θά τόν ὑπερασπιστῶ καί ἐνώπιον τοῦ Υἱοῦ μου.

 

Τόν προσταχθέν μυστικῶς, λαβῶν ἐν γνώσει, ἐν τή σκηνή τοῦ Ἰωσήφ, σπουδή ἐπέστη, ὁ Ἀσώματος λέγων τή Ἀπειρογάμω. Ὁ κλίνας τή καταβάσει τούς Οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν Σοῖ. Ὄν καί βλέπων ἐν Μήτρᾳ Σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν Σου.

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

(3) Ἄγγελος Πρωτοστάτης. Οὐρανόθεν ἐπέμφθη,

Εἰπείν τή Θεοτόκω τό χαῖρε, (ἐκ γ’) (3) καί σύν τή

iἈσωμάτω φωνή σωματούμενον Σέ θεωρῶν, Κύριε,

Ἐξίστατο καί ἵστατο, κραυγάζων πρός Αὐτήν

Τοιαῦτα.

Χαῖρε, δι’ ἤς ἡ χαρά ἐκλάμψει

Χαῖρε, δι’ ἤς ἡ ἄρα ἐκλείψει.

Χαῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις

Χαῖρε, τῶν δακρύων τῆς Εὕας ἡ λύτρωσις.

Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοίς

Χαῖρε, βάθος δυσθεώρητον καί Ἀγγέλων ὀφθαλμοίς.

Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα

Χαῖρε, ὅτι βαστάζεις τόν βαστάνοντα πάντα.

Χαῖρε, Ἀστήρ ἐμφαίνων τόν Ἥλιον

Χαῖρε, Γαστήρ ἐνθέου σαρκώσεως

Χαῖρε, δί ἤς νεουργεῖται ἡ κτίσις

Χαῖρε, δι’ ἤς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

 

Βλέπουσα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνείᾳ, φησί τῷ

Γαβριήλ θαρσαλέως. Τό παράδοξόν σου τῆς φωνῆς,

Δυσπαράδεκτόν μου τή ψυχή φαίνεται, ἀσπόρου

Γάρ συλλήψεως τήν κύησιν πῶς λέγεις; Κράζων

Αλληλουϊα

Γνῶσιν ἄγνωστον γνῶσαι, ἡ Παρθένος

Ζητοῦσα ἁγνῶν Υἱόν, πώς ἔστι τεχθῆναι

Δυνατόν;λέξον μοί. Πρός Ἤν ἐκεῖνος ἔφησεν

Ἐν φόβῳ, πλήν κραυγάζων οὕτω

 

Χαῖρε, βουλῆς ἀπορρήτου μύστις

Χαῖρε, σιγή δεομένων πίστις.

Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τό προοίμιον

Χαῖρε, τῶν δογμάτων αὐτοῦ τό κεφάλαιον.

Χαῖρε, κλίμαξ ἐπουράνιε, δι’ ἤς κατέβη ὁ Θεός

Χαῖρε, γέφυρα μετάγουσα τούς ἐκ Γῆς πρός Οὐρανόν.

Χαῖρε, τό τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα

Χαῖρε, τό τῶν δαιμόνων πολυθρήνητον τραῦμα.

Χαῖρε, τό Φῶς ἀρρήτως γεννήσασα

Χαῖρε, τό πώς μηδένα διδάξασα.

Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν

Χαῖρε, πιστῶν καταυγάζουσα φρένας.

 Χαῖρε, Νύμφη Ἀνύμφευτε.

 

Δύναμις τοῦ Ὕψιστου, ἐπεσκίασε τότε, πρός

Σύλληψιν τή Ἀπειρογάμω καί τήν εὔκαρπον

Ταύτης νηδύν, ὡς ἀγρόν ὑπέδειξεν ἠδύν ἄπασι, τοίς

Θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως

 

Ἔχουσα Θεοδόχον, ἡ Παρένος τήν Μήτραν,

Ἀνέδραμε πρός τήν Ἐλισάβετ, τό δέ βρέφος ἐκείνης

Εὐθύς ἐπιγνόν τόν ταύτης ἀσπασμόν, ἔχαιρε καί

Ἄλμασιν ὡς ἄσμασιν, ἐβόα πρός τήν Θεοτόκον

Αλληλούϊα

 

Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα

Χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.

Χαῖρε, γεωργόν γεωργοῦσα Φιλάνθρωπον

Χαῖρε, φυτουργόν τῆς ζωῆς ἠμῶν φύουσα.

Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν

Χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.

Χαῖρε, ὅτι λειμώνα τῆς τρυφῆς ἀναθάλλεις

Χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.

Χαῖρε, δεκτόν πρεσβείας θυμίαμα

Χαῖρε, παντός του κόσμου ἐξίλασμα.

Χαῖρε, Θεοῦ πρός θνητούς εὐδοκία

Χαῖρε, θνητῶν πρός Θεόν παρρησία.

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

 

Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ

Σώφρων Ἰωσήφ ἐταράχθη, πρός τήν ἄγαμον Σέ

Θεωρῶν, καί κλεψίγαμον ὑπονοῶν, Ἄμεμπτε

Μαθῶν δέ Σου τήν σύλληψιν ἐκ Πνεύματος Ἁγίου,

Ἔφη

Αλληλούϊα

Ἤκουσαν οἱ ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων,

Τήν ἔνσαρκον Χριστοῦ παρουσίαν καί δραμόντες

Ὡς πρός Ποιμένα, θεωρούσι τοῦτον ὡς Ἀμνόν

Ἄμωμον, ἐν τή Γαστρι Μαρίας βοσκηθέντα, ἤν

Ὑμνοῦντες εἶπον

 

Χαῖρε, Ἀμνοῦ καί Ποιμένος Μήτηρ

Χαῖρε, αὐλή λογικῶν προβάτων.

Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον

Χαῖρε, Παραδείσου θυρῶν ἀκοικτήτιον.

Χαῖρε, ὅτι τά Οὐράνια συναγάλλεται τή Γῆ

Χαῖρε, ὅτι τά ἐπίγεια εὐγχορεύει Οὐρανοίς.

Χαῖρε, τῶν Ἀποστόλων τό ἀσίγητον στόμα

Χαῖρε, τῶν Ἀθλοφόρων τό ἀνίκητον θάρσος.

Χαῖρε, στερρόν τῆς Πίστεως ἔρεισμα

Χαῖρε, λαμπρόν της χάριτος γνώρισμα.

Χαῖρε, δι’ ἤς ἐγυμνώθη ὁ Ἅδης

Χαῖρε, δι’ ἤς ἐνεδύθημεν δόξαν.

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

 

Θεοδρόμον ἀστέρα, θεωρήσαντες Μάγοι, τή τούτου

Ἠκολούθησαν αἴγλη καί ὡς λύχνον κρατοῦντες

 Αὐτόν, δι’ αὐτοῦ ἠρεύνων κραταιόν Ἄνακτα καί

Φθάσαντες τόν Ἄφθαστον, ἐχάρησαν Αὐτῶ

Βοῶντες

Αλληλούϊα

Ἴδον παῖδες Χλαδαίων, ἐν χερσί τῆς Παρθένου,

Τόν πλάσαντα χειρί τούς ἀνθρώπους καί Δεσπότην

Νοοῦντες αὐτόν, εἰ δούλου ἔλαβεν μορφήν,

Ἐσπεῦσαν τοίς δώροις θεραπεῦσαι, καί βοῆσαι τή

Εὐλογημένη

 

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ

Χαῖρε, αὐγή μυστικῆς ἡμέρας.

Χαῖρε, τῆς ἀπάτης τήν κάμινον σβέσασα.

Χαῖρε, τῆς Τριάδος τούς μύστας φωτίζουσα.

Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς

Χαῖρε, Κύριον Φιλάνθρωπον ἐπιδείξασα Χριστόν.

Χαῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας

Χαῖρε, ἡ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.

Χαῖρε, πυρός προσκύνησιν παύσασα

Χαῖρε, φλογός παθῶν ἁπαλλάττουσα.

Χαῖρε, πιστῶν ὁδηγέ σωφροσύνης

Χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

 

Κήρυκες Θεοφόροι, γεγονότες οἱ Μάγοι,

Ὑπέστρεψαν εἰς τήν Βαβυλώνα ἐκτελέσαντές Σου

Τόν χρησμόν, καί κηρύξαντες Σέ τόν Χριστόν

Ἄπασιν, ἄφεντες τόν Ἡρώδην ὡς ληρώδη, μή

Εἰδότα ψάλλειν

Αλληλούϊα

Λάμψας ἐν τή Αἰγύπτο, φωτισμόν Ἀληθείας,

Ἐδίωξας τοῦ ψεύδους τό σκότος τά γάρ εἴδωλα

Ταύτης, Σωτήρ, μή ἐνέγκαντά Σου τήν ἰσχύν,

Πέπτωκεν οἱ τούτων δέ ρυσθέντες, ἐβόων πρός τήν

Θεοτόκων

 

Χαῖρε, ἀνόρθωσις τῶν ἀναθρώπων

Χαῖρε, κατάπτωσις τῶν δαιμόνων.

Χαῖρε, τῆς ἀπάτης τήν πλάνην πατήσαντα

Χαῖρε, τῶν εἰδώλων τόν δόλον ἐλέγξασα.

Χαῖρε, θάλασσα ποντίσασα Φαραώ τόν νοητόν

Χαῖρε, πέτρα ἡ ποτίσασα τούς διψώντας τήν ζωήν.

Χαῖρε, πύρινε στύλε, ὁδηγῶν τούς ἐν σκότει

Χαῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.

Χαῖρε, τροφή τοῦ Μάννα διάδοχε

Χαῖρε, τρυφῆς Ἁγίας διάκονε.

Χαῖρε, ἡ Γῆ τῆς Ἐπαγγελίας

Χαῖρε, ἐξ ρέει μέλι καί γάλα.

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

 

 

Μέλλοντος Συμεωνός, τοῦ παρόντος αἰῶνος,

Μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος

Αὐτῶ, ἀλλά ἐγνώσθης τούτω καί Θεός τέλειος

Διόπερ ἐξεπλάγη Σου, τήν ἄρρητον σοφίαν,

Κράζων

Αλληλούϊα

Νέαν ἔδειξε κτίσιν, ἐμανίσας ὁ Κτίστης, ἠμίν τοίς

Ὑπ’ αὐτοῦ γενομένοις, ἐξ ἀσπόρου βλαστήσας

Γαστρός, καί φυλάξας ταύτην, ὥσπερ ἤν ἄφθορον

Ἴνα τό θαῦμα βλέποντες, ὑμνήσωμεν Αὐτήν

Βοῶντες

 

 Χαῖρε, τό ἄνθος τῆς ἀφθαρσίας

Χαῖρε, τό στέφος τῆς ἐγκρατείας.

Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα

Χαῖρε, τῶν Ἀγγέλων τόν βίον ἐμφαίνουσα.

Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὐ τρέφονται πιστοί

Χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ’ οὐ σκέπτονται πολλοί.

Χαῖρε, κυοφοροῦσα ὁδηγόν πλανωμένοις

Χαῖρε, ἀπογεννώσα λυτρωτήν αἰχμαλώτοις.

Χαῖρε, Κριτού δικαίου δυσώπησις

Χαῖρε, πολλῶν πταιόντων συγχώρησις

Χαῖρε, στολή τῶν γυμνῶν παρρησίας

Χαῖρε, στροργή πάντα πόθον νικώσα.

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

 

Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τόν

Νοῦν εἰς Οὐρανόν μεταθέντες διά τοῦτο γάρ ὁ ὑψηλός Θεός, ἐπί Γῆς ἐφάνη ταπεινός ἄνθρωπος,

Βουλόμενος ἐλκύσαι πρός τό ὕψος, τούς Αὐτῶ

Βοώντας

Αλληλούϊα

Ὅλος ἤν ἐν τοίς κάτω, καί τῶν ἄνω οὐδόλως, ἀπήν

Ὁ ἀπερίγραπτος Λόγος συγκατάβασις γάρ Θεϊκή,

Οὐ μετάβασις δέ τοπική γέγονε καί τόκος ἐκ

Παρθένου Θεολήπτου, ἀκουούσης ταῦτα

 

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα

Χαῖρε, σεπτοῦ μυστηρίου θύρα.

Χαῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα

Χαῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.

Χαῖρε, ὄχημα πανάγιόν του ἐπί τῶν Χερουβίμ

Χαῖρε, οἴχημα πανάριστον τοῦ ἐπί τῶν Σεραφείμ.

Χαῖρε, ἡ ταναντία εἰς ταυτό ἀγαγοῦσα

Χαῖρε, ἡ παρθενίαν καί λοχείαν ζευγνύσα.

Χαῖρε, δι’ ἤς ἐλύθη παράβασις

Χαῖρε, δί΄ἤς ἠνοίχθη Παράδεισος.

Χαῖρε, ἡ κλεῖς τῆς Χρίστου Βασιλείας

Χαῖρε, ἐλπίς ἀγαθῶν αἰωνίων.

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

 

Πάσα φύσις Ἀγγέλων, κατεπλάγη τό μέγα, τῆς Σῆς

Ἐνανθρωπήσεως ἔργον τόν ἀπρόσιτον γάρ ὡς

Θεόν, ἐθεώρει πασι προσιτόν ἄνθρωπον, ἠμίν μέν

Συνδιάγοντα, ἀκούοντα δέ παρά πάντων οὕτως

 

Αλληλούϊα

Ρήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους,

Ὀρῶμεν ἐπί Σοῖ, Θεοτόκε ἀπρούσι γάρ λέγειν τό

Πῶς, καί Παρθένος μένεις καί τεκείν ἴσχυσας

Ἠμεῖς δέ τό μυστήριον θαυμάζοντες, πιστῶς

Βοῶμεν

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον

Χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.

Χαῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα

Χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.

Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοί συζητηταί

Χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.

Χαῖρε, τῶν Ἀθηναίων τᾶς πλοκᾶς διασπώσα

Χαῖρε, τῶν ἁλιέων τᾶς σαγήνας πληροῦσα.

Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα

Χαῖρε, πολλούς ἐν γνώσει φωτίζουσα.

Χαῖρε, ὀλκᾶς τῶν θελόντων σωθῆναι

Χαῖρε, λιμήν τῶν τοῦ βίου πλωτήρων.

 

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

 

Σῶσαι θέλων τόν κόσμον, ὁ τῶν ὅλων Κοσμήτωρ,

Πρός τοῦτον αὐτεπάγγελτος ἦλθε καί Ποιμήν

Ὑπάρχων ὡς Θεός, δι’ ἠμᾶς ἐφάνη καθ’ ἠμᾶς

Ἄνθρωπος ὁμοίω γάρ τό ὅμοιον καλέσας, ὡς Θεός

Ἀκούει

 

 

Αλληλούϊα

Τεῖχος εἰ τῶν παρθένων, Θεοτόκε Παρθένε, καί

Πάντων τῶν εἰς Σέ προστρεχόντων ὁ γάρ του

Οὐρανοῦ καί τῆς Γῆς, κατεσκεύασε Σέ Ποιητής,

Ἄχραντε, οἰκήσας ἐν τή Μήτρα Σου, καί πάντας

Σοί προσφωνείν διδάξας

 

Χαῖρε, ἡ στήλη τῆς παρθενίας

Χαῖρε, ἡ πύλη τῆς σωτηρίας.

Χαῖρε, ἀρχηγέ νοητῆς ἀναπλάσεως

Χαῖρε, χορηγέ θεϊκῆς ἀγαθότητος.

Χαῖρε, Σύ γάρ ἀνεγέννησας τούς συλληφθέντας αἰσχρῶς

Χαῖρε, Σύ γάρ ἐνουθέτησας τούς συληθέντας τόν νοῦν

Χαῖρε, ἡ τόν φθορέα τῶν φρενῶν καταργοῦσα

Χαῖρε, ἡ τόν σπορέα τῆς ἁγνείας τεκοῦσα.

Χαῖρε, παστάς ἀσπόρου νυμφεύσεως

Χαῖρε, πιστούς Κυρίω ἁρμόζουσα.

Χαῖρε, καλή κουροτρόφε παρθένων

Χαῖρε, ψυχῶν Νυμφοστόλε Ἁγίων.

 

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ

Πλήθει τῶν πολλῶν οἰκτιρμῶν Σου ἰσαρίθμους

Γάρ τή ψάμμω ὠδᾶς, ἄν προσφέρωμεν Σοί,

Βασιλεῦ Ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας

Ἠμίν τοίς Σοί βοώσιν

 

Αλληλουϊα

Φωτοδόχον λαμπάδα, τοίς ἐν σκότει φανείσαν,

Ὀρῶμεν τήν Ἁγίαν Παρθένον τό γάρ ἄϋλον

Ἄπτουσα φῶς ὁδηγεῖ πρός γνῶσιν Θεϊκήν

Ἅπαντας, αὐγή τόν νοῦν φωτίζουσα, κραυγή δέ

Τιμωμένη ταῦτα

 

Χαῖρε, ἀκτίς νοητοῦ Ἡλίου

Χαῖρε, βολίς τοῦ ἀδύτου φέγγους.

Χαῖρε, ἀστραπή τᾶς ψυχᾶς καταλάμπουσα

Χαῖρε, ὡς βροντή τούς ἐχθρούς καταπλήττουσα.

Χαῖρε, ὅτι τόν πολύρρυτον ἀναβλύζεις ποταμόν.

Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τόν τύπον

Χαῖρε, τῆς ἁμαρτίας ἀναροῦσα τόν ρύπον.

Χαῖρε, λουτήρ ἐκπλύνων συνείδησιν

Χαῖρε, κρατήρ κιρνῶν ἀγαλλίασιν.

Χαῖρε, ὀσμή τῆς Χριστοῦ εὐωδίας

Χαῖρε, ζωή μυστικῆς εὐωχίας.

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

 

Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ

Πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι’

Ἑαυτοῦ, πρός τούς ἀποδήμους της αὐτοῦ χάριτος

Καί σχίσας τό χειρόγραφον, ἀκούει παρά πάντων

Οὕτως

Ἅλληλουϊα

 

Ψάλλοντές Σου τόν Τόκον, ἀνυμνοῦμεν Σέ

Πάντες, ὡς ἔμψυχον Ναόν, Θεοτόκε ἐν τή Σή γάρ

Οἰκήσας Γαστρι ὁ συνέχων πάντα τή χειρί Κύριος,

Ἠγίασεν, ἐδόξασεν, ἐδίδαξε βοάν πάντας

 

 

Χαῖρε, σκηνή τοῦ Θεοῦ καί Λόγου

Χαῖρε, Ἁγία Ἁγίων μείζων.

Χαῖρε, κιβωτέ χρυσωθεῖσα τῷ Πνεύματι

Χαῖρε, θησαυρέ τῆς ζωῆς ἀδαπάνητε.

Χαῖρε, τίμιον διάδημα, Βασιλέων εὐσεβῶν

Χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν.

Χαῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος

Χαῖρε, τῆς Βασιλείας τό ἀπόρθητον τεῖχος.

Χαῖρε, δι’ ἤς ἐγείρονται τρόπαια

Χαῖρε, δι’ ἤς ἐχθροί καταπίπτουσι.

Χαῖρε, χρωτός τοῦ ἐμοῦ θεραπεία

Χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.

 

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

 

Ὤ Πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τῶν πάντων,

Ἁγίων Ἁγιώτατον Λόγον (ἐκ γ’) (3) δεξαμενή

Τήν νῦν προσφοράν, ἀπό πά΄σής ρύσαι συμφορᾶς

Ἅπαντας καί τῆς μελλούσης λύτρωσαι κολάσεως

Τούς συμβοώντας

Ἅλληλοϊα

Κοντάκιον. Ἦχος Πλ. Δ΄

Τή Ὑπερμάχω Στρατηγῶ τά νικητήρια, ὡς

Λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω

Σοί ἡ Πόλις Σου, Θεοτόκε. Ἀλλ’ ὡς ἔχουσα τό

Κράτος ἀπροσμάχητον, ἐκ παντοίων μέ κινδύνων

Ἐλευθέρωσον, ἴνα κράζων Σοί

 

Χαῖρε, Νύμφη Ἀνύμφευτε.

 

Θεοτόκιον. Ἦχος Γ’.

Τήν ὡραιότητα τῆς Παρθενίας Σου καί τό

Ὑπέρλαμπρον τό τῆς Ἁγνείας Σου, ὁ Γαβριήλ

Καταπλαγεῖς, ἐβοά Σοί, Θεοτόκε Ποιόν Σοί

Ἐγκώμιον, προσαγάγω ἐπάξιον; Τί δέ ὀνομάσω Σέ;

Ἀπορῶ καί ἐξίσταμαι. Διό, ὡς προσετάγην, βοῶ

Σοί

 

Χαῖρε, ἡ Κεχαριτωμένη

 

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἠμῶν, Κύριε,

Ἰησοῦ Χριστέ, ὁ Θεός ἠμῶν, ἐλέησον καί σῶσον

Ἠμᾶς. Ἀμήν.

 

Πηγή Υλικού

Παναγία Πορταΐτισσα, Ιερά Μονή Ιβήρων Αγίου Όρους σελ. 1-15

 

 

Επιλογή υλικού

Αικατερίνη Διαμαντοπούλου 

Υπεύθυνη Υλικού των Ιστοχώρων του Πατριαρχείου Ιεροσολύμων



Print-icon 




Πνευματικά δικαιώματα 2009-2013 © «Ρωμηοσύνη»
Επιτρέπεται η αναπαραγωγή του υλικού του ιστοχώρου με προϋπόθεση την αναφορά στην πηγή: «Ρωμηοσύνη» www.romiosini.org.gr

:: Πατριαρχείο Ιεροσολύμων :: Ειδήσεις εκ του Πατριαρχείου Ἱεροσολύμων :: Σχετικά :: Τελευταία νέα :: Τρέχοντα Προγράμματα :: Ιστορικό Αρχείο της Μ.Κ.Ο. "Ρωμηοσύνη" ::


Login-iconLogin  ForgottenPassword-iconΥπενθύμιση κωδικού 

Αυτή τη στιγμή διαβάζουν την ιστοσελίδα μας 48 επισκέπτες.