Τραγούδι τοῦ Μωυσῆ στὸ Δευτερονόμιο

Τραγούδι τοῦ Μωυσῆ στὸ Δευτερονόμιο

Πρόσεχε  οὐρανέ,  καὶ  λαλήσω,  καὶ  ἀκουέτω  ἡ  γῆ  ρήματα  ἐκ  στόματός   μου.

Προσδοκάσθω  ὡς  ὑετὸς  τὸ  ἀπόφθεγμά  μου,  καὶ  καταβήτω  ὡς  δρόσος  τὰ  ρήματά  μου,  ὡσεὶ  ὄμβρος  ἐπ’  ἀγνώστιν  καὶ  ὡσεὶ  νιφετὸς  ἐπὶ  χόρτον.

Ὅτι  τὸ  ὄνομα  Κυρίου  ἐκάλεσα. Δότε  μεγαλωσύνην  τῷ  Θεῷ  ἡμῶν.

Θεός,  ἀληθινὰ  τὰ  ἔργα  αὐτοῦ  καὶ  πᾶσαι  αἱ  ὁδοὶ  αὐτοῦ  κρίσεις;

Θεὸς  πιστὸς  καὶ  οὐκ  ἔστιν  ἀδικία,  δίκαιος  καὶ  ὅσιος  Κύριος.

Ἠμάρτοσαν  οὐκ  αὐτῶ  τέκνα μωμητά,  γενεὰ  σκολιὰ  καὶ  διεστραμμένη.

Ταῦτα  Κυρίῳ  ἀνταποδίδοτε;

Οὕτω  λαὸς  μωρὸς  καὶ  οὐχὶ  σοφός;   

Οὐκ  αὐτός  σου  πατὴρ  ἐκτήσατό  σε  καὶ  ἐποίησέ  σε  καὶ   ἔπλασε  σε;

Μνήσθητε  ἡμέρας  αἰῶνος,  σύνετε  ἔτη  γενεᾶς  γενεῶν  ἐπερώτησον  τὸν  πατέρα  σου, καὶ  ἀναγγελεῖ  σοι,  τοὺς  πρεσβυτέρους  σου  καὶ  ἐροῦσι  σοι.

Ὄτε  διεμέριζεν  ὁ  Ὕψιστος  ἔθνη,  ὡς  διέσπειρεν  υἱοὺς  Ἀδάμ,  ἔστησεν  ὅρια  ἐθνῶν  κατὰ  ἀριθμὸν  ἀγγέλων  Θεοῦ,  καὶ  ἐγενήθη  μερὶς  Κυρίου  λαὸς  αὐτοῦ  Ἰακώβ,  σχοίνισμα  κληρονομίας  αὐτοῦ  Ἰσραήλ.

Αὐτάρκησεν  αὐτὸν  ἐν  γῇ  ἐρήμῳ,  ἐν  δίψει  καύματος  ἐν  γῇ  ἀνύδρῳ  ἐκύκλωσεν  αὐτὸν  καὶ  ἐπαίδευσεν  αὐτὸν  καὶ  διεφύλαξεν  αὐτὸν  ὡς  κόρην  ὀφθαλμοῦ,  ὡς  ἀετὸς  σκεπάσαι  νοσσιάν  αὐτοῦ  καὶ  ἐπὶ  τοῖς  νεοσσοῖς  αὐτοῦ  ἐπεπόθησε,  διεὶς  τὰς  πτέρυγας  αὐτοῦ  ἐδέξατο  αὐτοὺς  καὶ  ἀνέλαβεν  αὐτοὺς  ἐπὶ  τῷ  μεταφρένων  αὐτοῦ.

Κύριος  μόνος  ἦγεν  αὐτοὺς  καὶ  οὐκ  ἦν  μετ’  αὐτῶν  θεὸς  ἀλλότριος.

Ἀνεβίβασεν  αὐτοὺς  ἐπὶ  τὴν  ἰσχὺν  τῆς  γῆς,  ἐψώμισεν  αὐτοὺς  γενήματα  ἀγρῶν. Ἐθήλασαν  μέλι  ἐκ  πέτρας  καὶ  ἔλαιον  ἐκ  στερεᾶς  πέτρας,  βούτυρον  βοῶν  καὶ  γάλα προβάτων  μετὰ  στέατος  ἀρνῶν  καὶ  κριῶν,  υἱῶν  ταύρων  καὶ  τράγων,  μετὰ  στέατος  νεφρῶν  πυροῦ,  καὶ  αἷμα σταφυλῆς  ἔπιον  οἶνον.

Καὶ  ἔφαγεν  Ἰακὼβ  καὶ  ἐνεπλήσθη,  καὶ  ἀπελάκτισεν  ὁ  ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη  καὶ  ἐγκατέλιπε  τὸν  Θεὸν  τὸν  ποιήσαντα  αὐτὸν  καὶ  ἀπέστη  ἀπὸ  Θεοῦ  σωτῆρος  αὐτοῦ.

Παρώξυναν  μὲ  ἐπ’  ἀλλοτρίοις,  ἐν  βδελύγμασιν  αὐτῶν  παρεπίκραναν  με,  ἔθυσαν  δαιμονίοις  καὶ  οὐ  Θεῶ,  θεοῖς  οἷς  οὐκ  ἤδεισαν,  καινοὶ  καὶ  πρόσφατοι  ἤκασιν,  οὓς  οὐκ  ἤδεισαν  οἱ  πατέρες  αὐτῶν.

Θεὸν  τὸν  γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου Θεοῦ τοῦ  τρέφοντὸς  σε.

Καὶ  εἶδε  Κύριος  καὶ  ἐζήλωσε  καὶ  παρωξύνθη  δι’  ὀργὴν  υἱῶν  αὐτοῦ  καὶ  θυγατέρων  καὶ  εἶπεν: Ἀποστρέψω  τὸ  πρόσωπόν  μου  ἀπ’  αὐτῶν  καὶ  δείξω  τί  ἔσται  αὐτοῖς ἐπ’ ἐσχάτων ἡμερῶν  ὅτι  γενεὰ  ἐξεστραμμένη  ἐστίν,  υἱοί,  οἷς  οὐκ  ἔστι  πίστις  ἐν  αὐτοῖς.

Αὐτοὶ παρεζήλωσά με ἐπ’ οὐ  Θεῶ, παρώξυνάν με ἐν τοῖς εἰδώλοις  αὐτῶν,  κἀγῶ παραζηλώσω  αὐτοὺς  ἐπ’ οὐκ  ἔθνει,  ἐπὶ  ἔθνει  ἀσυνέτῳ  παροργιῶ  αὐτούς.

Ὅτι  πῦρ  ἐκκέκαυται  ἐκ  τοῦ  θυμοῦ  μου,  καυθήσεται  ἕως  ἅδου  κάτω,  καταφάγεται  γῆν καὶ  τὰ  γενήματα  αὐτῆς,  φλέξει  θεμέλια  ὀρέων.

Συνάξω  εἰς  αὐτοὺς  κακὰ  καὶ  τὰ  βέλη  μου  συντελέσω  εἰς  αὐτούς.

Τηκόμενοι  λιμῷ  καὶ  βρώσει  ὀρνέων  καὶ  ὀπισθότονος  ἀνίατος,  ὀδόντας  θηρίων  ἐπαποστελῶ εἰς  αὐτοὺς  μετὰ  θυμοῦ  συρόντων  ἐπὶ  γῆν.

Ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος  νεανίσκος  σὺν  παρθένῳ,  θηλάζων  μετὰ  καθεστηκότος  πρεσβύτου.

Εἶπα: Διασπερῶ  αὐτούς,  παύσω  δὲ  ἐξ  ἀνθρώπων  τὸ  μνημόσυνον  αὐτῶν,  εἰ  μὴ  δι’  ὀργὴν  ἐχθρῶν,  ἵνα  μὴ  μακροχρονίσωσιν,  ἵνα  μὴ  συνεπιθῶνται  οἱ  ὑπεναντίοι,  μὴ  εἴπωσιν. Ἡ  χεὶρ  ἡμῶν  ἡ  ὑψηλὴ  καὶ  οὐχὶ  Κύριος  ἐποίησε  ταῦτα  πάντα.

Ὅτι ἔθνος  ἀπολωλεκὸς  βουλήν  ἐστι,  καὶ  οὐκ  ἔστιν  ἐναὐτοῖς  ἐπιστήμη.

Οὐκ ἐφρόνησαν συνιέναι ταῦτα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα  χρόνον.

Πῶς διώξεται  εἰς  χιλίους καὶ  δύο μετακινήσουσι μυριάδας,  εἰ μὴ  ὁ  Θεὸς  ἀπέδοτο  αὐτοὺς  καὶ  Κύριος παρέδωκεν  αὐτούς;

Ὅτι  οὐκ  εἰσὶν  ὡς  ὁ  Θεὸς  ἡμῶν  οἱ  θεοὶ  αὐτῶν. Οἱ  δὲ  ἐχθροὶ  ἡμῶν  ἀνόητοι.

Ἐκ  γὰρ  ἀμπέλου  Σοδόμων ἡ  ἄμπελος  αὐτῶν,  καὶ  ἡ  κληματὶς  αὐτῶν  ἐκ  Γομόρρας, ἡ σταφυλὴ  αὐτῶν  σταφυλὴ χολῆς,  βότρυς πικρίας αὐτοῖς,  θυμὸς  δρακόντων  ὁ  οἶνος  αὐτῶν  καὶ  θυμὸς  ἀσπίδων  ἀνίατος.

Οὐκ ἰδοὺ ταῦτα  συνῆκται  παρ’ ἐμοὶ  καὶ  ἐσφράγισται  ἐν  τοῖς  θησαυροῖς μου;

Ἐν ἡμέρᾳ  ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ, ὅταν σφαλῇ ὁ ποὺς  αὐτῶν,  ὅτι  ἐγγὺς  ἡμέρα  ἀπωλείας  αὐτοῖς,  καὶ  πάρεστιν  ἕτοιμα  ὑμῖν.

Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ  παρακληθήσεται. Εἶδε γὰρ  παραλελυμένους  αὐτοὺς  καὶ  ἐκλελοιπότας  ἐν  ἐπαγωγῇ  καὶ  παρειμένους.

Καὶ  εἶπε  Κύριος: ποῦ εἰσὶν  οἱ  θεοὶ  αὐτῶν,  ἐφ’  οἷς  ἐπεποίθεισαν  ἐπ’  αὐτοῖς;

Ὧν  τὸ  στέαρ  τῶν  θυσιῶν  αὐτῶν  ἠσθίετε  καὶ  ἐπίνετε  τὸν  οἶνον  τῶν  σπονδῶν  αὐτῶν;

Ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν καὶ γενηθήτωσαν ὑμῖν  σκεπασταί.

Ἴδετε ἴδεται  ὅτι  ἐγὼ  εἰμὶ  καὶ  οὐκ  ἔστι  Θεὸς  πλὴν  ἐμοῦ. Ἐγὼ  ἀποκτενῶ  καὶ  ζῆν  ποιήσω,  πατάξω  κἀγῶ  ἰάσομαι,  καὶ  οὐκ  ἔστιν  ὃς  ἐξελεῖται  ἐκ  τῶν χειρῶν  μου.

Ὅτι  ἀρῶ  εἰς  τὸν  οὐρανὸν  τὴν  χεῖρα  μου  καὶ  ὁμοῦμαι  τῇ  δεξιᾷ  μου  καὶ ἐρῶ. Ζῶ ἐγὼ εἰς τὸν αἰῶνα, ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν  μάχαιράν  μου,  καὶ  ἀνθέξεται  κρίματος  ἡ  χείρ  μου,  καὶ  ἀποδώσω  δίκην  τοῖς  ἐχθροῖς  καὶ  τοῖς  μισοῦσι  με  ἀνταποδώσω. Μεθύσω  τὰ  βέλη  μου  ἀφ’  αἵματος,  καὶ  ἡ  μάχαιρά  μου  φάγεται  κρέα,  ἀφ’  αἵματος  τραυματιῶν  καὶ  αἰχμαλωσίας,  ἀπὸ  κεφαλῆς  ἀρχόντων  ἐχθρῶν.

Εὐράνθητε,  οὐρανοί,  ἅμα  αὐτῷ,  καὶ  προσκυνησάτωσαν  αὐτῷ πάντες  ἄγγελοι Θεοῦ εὐφράνθητε, ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ  ἐνισχυσάτωσαν  αὐτῷ πάντες  υἱοὶ  Θεοῦ  ὅτι  τὸ  αἷμα  τῶν  υἱῶν  αὐτοῦ  ἐκδικᾶται,  καὶ  ἐκδικήσει  καὶ  ἀνταποδώσει  δίκην  τοῖς  ἐχθροῖς  καὶ  τοῖς  μισοῦσιν ἀνταποδώσει,  καὶ  ἐκκαθαριεῖ  Κύριος  τὴν  γῆν  τοῦ  λαοῦ  αὐτοῦ. 

 

 

Πηγή Υλικού

Πρωτοπρεσβύτερου Δημήτριου Παπαδάκη, Μωυσής «Ο άνθρωπος του Θεού», Εκδόσεις Επτάλοφος, Αθήνα 2010, Έκδοσις Β΄, σ. 64-68

 

Επιλογή υλικού

Αικατερίνη Διαμαντοπούλου

Υπεύθυνη Υλικού των Ιστοχώρων του Πατριαρχείου Ιεροσολύμων




ΡΩΜΗΟΣΥΝΗ
Powered by active³ CMS - 20/04/2025 5:57:43 μμ